www.katabiblon.com

Τωβὶτ S

Tobit S (Codex Sinaiticus)

   CATSS LXX Brenton (1851) Wiki English Translation LXX‎ / World English Bible  Westminster Leningrad Codex Wiki English Translation HB‎ / World English Bible111καὶ ὅτε ἐπετελέσθη ὁ γάμος ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ καὶ προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν1
1
---
222καὶ εἶπεν αὐτῷ πάτερ πόσον αὐτῷ δώσω τὸν μισθόν οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων ὧν ἐνήνοχεν μετ’ ἐμοῦ2
2
---
333ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ’ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν πόσον αὐτῷ ἔτι δῶ μισθόν3
3
---
444καὶ εἶπεν αὐτῷ Τωβις δικαιοῦται αὐτῷ παιδίον λαβεῖν τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθεν4
4
---
555καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν λαβὲ τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθες εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων5
5
---
666τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ’ ὑμῶν ἀγαθά τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ6
6
---
777μυστήριον βασιλέως κρύπτειν καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως τὸ ἀγαθὸν ποιεῖτε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς7
7
---
888ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον8
8
---
999ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς9
9
---
101010οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς10
10
---
111111πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως11
11
---
121212καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως12
12
---
131313καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε13
13
---
141414καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί σε καὶ Σαρραν τὴν νύμφην σου14
14
---
151515ἐγώ εἰμι Ραφαηλ εἷς τῶν ἑπτὰ ἀγγέλων οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου15
15
---
161616καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν16
16
---
171717καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα17
17
---
181818ἐγὼ ὅτε ἤμην μεθ’ ὑμῶν οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ’ ὑμῶν ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας αὐτῷ ὑμνεῖτε18
18
---
191919καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο19
19
---
202020καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν καὶ ἀνέβη20
20
---
212121καὶ ἀνέστησαν καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν21
21
---
222222καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ22
22
---
« Ch 11» Ch 13

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Saturday, 13-Apr-2024 11:11:18 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top