www.katabiblon.com

Τωβὶτ BA

Tobit BA (Codices Vaticanus and Alexandrinus)

   CATSS LXX Brenton (1851) Wiki English Translation LXX‎ / World English Bible  Westminster Leningrad Codex Wiki English Translation HB‎ / World English Bible111καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι1
1
---
222ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν2
2
---
333καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον3
3
---
444καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει4
4
---
555καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων5
5
---
666καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην6
6
---
777καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου7
7
---
888καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς8
8
---
999καὶ εἰσελθὼν εἶπεν τῷ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι ὁ δὲ εἶπεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ9
9
---
101010καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους10
10
---
111111καὶ εἶπεν αὐτῷ Τωβιτ ἄδελφε ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ὑπόδειξόν μοι11
11
---
121212καὶ εἶπεν αὐτῷ φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου καὶ εἶπεν αὐτῷ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα12
12
---
131313ὁ δὲ εἶπεν ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου13
13
---
141414καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν ἐκ ῥίζης καλῆς εἶ ἄδελφε14
14
---
151515ἀλλ’ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου15
15
---
161616καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε16
16
---
171717καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ’ αὐτῶν17
17
---
181818ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν18
18
---
191919ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο19
19
---
202020ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει20
20
---
212121καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν21
21
---
222222ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων22
22
---
232323καὶ ἐπαύσατο κλαίουσα23
23
---
« Ch 4» Ch 6

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Saturday, 13-Apr-2024 10:58:18 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top