www.katabiblon.com

ψαλμοὶ Σολομῶντος

Psalms of Solomon

   CATSS LXX Brenton (1851) Wiki English Translation LXX‎ / World English Bible  Westminster Leningrad Codex Wiki English Translation HB‎ / World English Bible111θλῖψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον1
1
---
222φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι’ ἐρήμου2
2
---
333καὶ εἶπα ἐν τῇ καρδίᾳ μου ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός3
3
---
444φωνὴν ἤκουσα εἰς Ιερουσαλημ πόλιν ἁγιάσματος4
4
---
555συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς παρελύθη γόνατά μου ἐφοβήθη ἡ καρδία μου ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον5
5
---
666εἶπα κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ6
6
---
777ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γῆς ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπ’ αἰῶνος7
7
---
888ἀνεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια8
8
---
999ἐν καταγαίοις κρυφίοις αἱ παρανομίαι αὐτῶν ἐν παροργισμῷ υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο9
9
---
101010ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ συνέθεντο αὑτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων10
10
---
111111τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν ὡς μὴ ὄντος κληρονόμου λυτρουμένου11
11
---
121212ἐπατοῦσαν τὸ θυσιαστήριον κυρίου ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας ὡς κρέα βέβηλα12
12
---
131313οὐ παρέλιπον ἁμαρτίαν ἣν οὐκ ἐποίησαν ὑπὲρ τὰ ἔθνη13
13
---
141414διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεως ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην14
14
---
151515ἤγαγεν τὸν ἀπ’ ἐσχάτου τῆς γῆς τὸν παίοντα κραταιῶς ἔκρινεν τὸν πόλεμον ἐπὶ Ιερουσαλημ καὶ τὴν γῆν αὐτῆς15
15
---
161616ἀπήντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρᾶς εἶπαν αὐτῷ ἐπευκτὴ ἡ ὁδός σου δεῦτε εἰσέλθατε μετ’ εἰρήνης16
16
---
171717ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ ἤνοιξαν πύλας ἐπὶ Ιερουσαλημ ἐστεφάνωσαν τείχη αὐτῆς17
17
---
181818εἰσῆλθεν ὡς πατὴρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ’ εἰρήνης ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς18
18
---
191919κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ιερουσαλημ ὅτι ὁ θεὸς ἤγαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐν τῇ πλανήσει αὐτῶν19
19
---
202020ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ ἐξέχεεν τὸ αἷμα τῶν οἰκούντων Ιερουσαλημ ὡς ὕδωρ ἀκαθαρσίας20
20
---
212121ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν ἃ ἐγέννησαν ἐν βεβηλώσει21
21
---
222222ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καθὼς οἱ πατέρες αὐτῶν ἐμίαναν Ιερουσαλημ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ22
22
---
232323ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσιν τῆς γῆς καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν23
23
---
242424αἰνετὸς κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ24
24
---
252525ἰδοὺ δή ὁ θεός ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου εἴδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου ὁ θεός25
25
---
262626ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης κρίνων τὸν Ισραηλ ἐν παιδείᾳ26
26
---
272727ἐπίστρεψον ὁ θεός τὸ ἔλεός σου ἐφ’ ἡμᾶς καὶ οἰκτίρησον ἡμᾶς27
27
---
282828συνάγαγε τὴν διασπορὰν Ισραηλ μετὰ ἐλέους καὶ χρηστότητος ὅτι ἡ πίστις σου μεθ’ ἡμῶν28
28
---
292929καὶ ἡμεῖς ἐσκληρύναμεν τὸν τράχηλον ἡμῶν καὶ σὺ παιδευτὴς ἡμῶν εἶ29
29
---
303030μὴ ὑπερίδῃς ἡμᾶς ὁ θεὸς ἡμῶν ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη ὡς μὴ ὄντος λυτρουμένου30
30
---
313131καὶ σὺ ὁ θεὸς ἡμῶν ἀπ’ ἀρχῆς καὶ ἐπὶ σὲ ἡ ἐλπὶς ἡμῶν κύριε31
31
---
323232καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου ὅτι χρηστὰ τὰ κρίματά σου ἐφ’ ἡμᾶς32
32
---
333333ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα κύριε σωτὴρ ἡμῶν οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον33
33
---
343434αἰνετὸς κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν στόματι ὁσίων καὶ εὐλογημένος Ισραηλ ὑπὸ κυρίου εἰς τὸν αἰῶνα34
34
---
« Ch 7» Ch 9

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Thursday, 28-Mar-2024 14:48:24 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top