www.katabiblon.com

ψαλμοὶ Σολομῶντος

Psalms of Solomon

   CATSS LXX Brenton (1851) Wiki English Translation LXX‎ / World English Bible  Westminster Leningrad Codex Wiki English Translation HB‎ / World English Bible111ἵνα τί σύ βέβηλε κάθησαι ἐν συνεδρίῳ ὁσίων καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ισραηλ1
1
---
222περισσὸς ἐν λόγοις περισσὸς ἐν σημειώσει ὑπὲρ πάντας ὁ σκληρὸς ἐν λόγοις κατακρῖναι ἁμαρτωλοὺς ἐν κρίσει2
2
---
333καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπ’ αὐτὸν ὡς ἐν ζήλει καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτιῶν καὶ ἐν ἀκρασίαις3
3
---
444οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς ἡ γλῶσσα αὐτοῦ ψευδὴς ἐν συναλλάγματι μεθ’ ὅρκου4
4
---
555ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὁρώμενος ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συνταγῇ κακίας ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἐν ἱλαρότητι ὡς ἄκακος5
5
---
666ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων ἐν φθορᾷ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ6
6
---
777ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ7
7
---
888καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου ἀνθρωπάρεσκον λαλοῦντα νόμον μετὰ δόλου8
8
---
999καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπ’ οἶκον ἀνδρὸς ἐν εὐσταθείᾳ ὡς ὄφις διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων9
9
---
101010οἱ λόγοι αὐτοῦ παραλογισμοὶ εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκου οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρφανίᾳ10
10
---
111111καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίνων11
11
---
121212ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ’ οἶκον ἕτερον ὀλεθρεῦσαι ἐν λόγοις ἀναπτερώσεως12
12
---
131313οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ ὡς ᾅδης ἐν πᾶσι τούτοις13
13
---
141414γένοιτο κύριε ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρᾷ14
14
---
151515ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ κύριε ὁ ὕπνος αὐτοῦ ἐν λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐν ἀπορίαις15
15
---
161616ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί ἀποπέσοι ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ ἐν ἀτιμίᾳ16
16
---
171717κενὸς χερσὶν αὐτοῦ εἰσέλθοι εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντός οὗ ἐμπλήσει ψυχὴν αὐτοῦ17
17
---
181818ἐν μονώσει ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν18
18
---
191919σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ19
19
---
202020ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμίᾳ καὶ ἐσκόρπισαν ἐν ἐπιθυμίᾳ20
20
---
212121καὶ οὐκ ἐμνήσθησαν θεοῦ καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἅπασι τούτοις καὶ παρώργισαν τὸν θεὸν καὶ παρώξυναν21
21
---
222222ἐξάραι αὐτοὺς ἀπὸ τῆς γῆς ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο22
22
---
232323μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν ὁ κύριος ῥύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων καὶ ἁμαρτωλῶν καὶ ῥύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου23
23
---
242424ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν ὅτι κριτὴς μέγας καὶ κραταιὸς κύριος ὁ θεὸς ἡμῶν ἐν δικαιοσύνῃ24
24
---
252525γένοιτο κύριε τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε25
25
---
« Ch 3» Ch 5

Copyright 2007-2022 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Tuesday, 24-May-2022 04:14:35 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top