www.katabiblon.com

Ἔσδρας Βʹ (Ἔσδρας - Νεεμίας) - עזרא and נחמיה

2 Esdras [2 Ezra] - Ezra and Nechemiyah [Nehemiah]

   CATSS LXX Brenton (1851) Wiki English Translation LXX‎ / World English Bible  Westminster Leningrad Codex Wiki English Translation HB‎ / World English Bible111καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων1
1
---
222οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ2
2
---
333τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ3
3
---
444καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ4
4
---
555καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ5
5
---
666καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις6
6
---
777καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ7
7
---
888καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα8
8
---
999καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι9
9
---
101010κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια10
10
---
111111πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ11
11
---
» Ch 2

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Saturday, 13-Apr-2024 12:58:33 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11(1) 12(2) 13(3) 14(4) 15(5) 16(6) 17(7) 18(8) 19(9) 20(10) 21(11) 22(12) 23(13)

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top