www.katabiblon.com

ΚΑΤΑ { ΜΑΤΘΑΙΟΝ ⬪ ΜΑΘΘΑΙΟΝ }

Matthew

      Robinson-Pierpont 2005      Wiki English Translation‎ / World English Bible  Mark Matthew Luke  Mark Matthew Luke



The Transfiguration
1Mk 9:2¶Καὶ { μεθ’ ⬪ μετὰ } ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ { Ἰωάννην ⬪ τὸν Ἰωάννην }, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν·
———
RP: μεθ’ ⬪ NA/UBS: μετὰ
RP: Ἰωάννην ⬪ NA/UBS: τὸν Ἰωάννην
Mt 17:1Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν.Lk 9:28¶Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, { καὶ παραλαβὼν ⬪ [καὶ] παραλαβὼν } Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
———
RP: καὶ παραλαβὼν ⬪ NA/UBS: [καὶ] παραλαβὼν
1Mk 9:2¶After six days Jesus took with him Peter, James, and John, and brought them up onto a high mountain privately by themselves, and he was changed into another form in front of them.Mt 17:1¶After six days, Jesus took with him Peter, James, and John his brother, and brought them up into a high mountain by themselves.Lk 9:28¶It happened about eight days after these sayings, that he took with him Peter, John, and James, and went up onto the mountain to pray.
2Mk 9:3καὶ τὰ ἱμάτια αὐτοῦ { ἐγένοντο ⬪ ἐγένετο } στίλβοντα, λευκὰ λίαν { ὡς χιών ⬪ - }, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται { λευκᾶναι ⬪ οὕτως λευκᾶναι }.
———
RP: ἐγένοντο ⬪ NA/UBS: ἐγένετο
RP: ὡς χιών ⬪ NA/UBS: —
RP: λευκᾶναι ⬪ NA/UBS: οὕτως λευκᾶναι
Mt 17:2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ { ἐγένοντο ⬪ ἐγένετο } λευκὰ ὡς τὸ φῶς.
———
RP: ἐγένοντο ⬪ NA/UBS: ἐγένετο
Lk 9:29Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
2Mk 9:3His clothing became glistening, exceedingly white, like snow, such as no launderer on earth can whiten them.Mt 17:2He was transfigured before them. His face shone like the sun, and his garments became as white as the light.Lk 9:29As he was praying, the appearance of his face was altered, and his clothing became white and dazzling.
3Mk 9:4Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν { Μωσῇ ⬪ Μωϋσεῖ }, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
———
RP: Μωσῇ ⬪ NA/UBS: Μωϋσεῖ
Mt 17:3Καὶ ἰδού, { ὤφθησαν ⬪ ὤφθη } αὐτοῖς { Μωσῆς ⬪ Μωϋσῆς } καὶ Ἠλίας, { μετ’ αὐτοῦ συλλαλοῦντες ⬪ συλλαλοῦντες μετ’ αὐτοῦ }.
———
RP: ὤφθησαν ⬪ NA/UBS: ὤφθη
RP: Μωσῆς ⬪ NA/UBS: Μωϋσῆς
RP: μετ’ αὐτοῦ συλλαλοῦντες ⬪ NA/UBS: συλλαλοῦντες μετ’ αὐτοῦ
Lk 9:30Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν { Μωσῆς ⬪ Μωϋσῆς } καὶ Ἠλίας,
———
RP: Μωσῆς ⬪ NA/UBS: Μωϋσῆς
3Mk 9:4Elijah and Moses appeared to them, and they were talking with Jesus.Mt 17:3Behold, Moses and Elijah appeared to them talking with him.Lk 9:30Behold, two men were talking with him, who were Moses and Elijah,
‑‑(Mk)(Mt)Lk 9:31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν { ἔμελλεν ⬪ ἤμελλεν } πληροῦν ἐν { Ἱερουσαλήμ ⬪ Ἰερουσαλήμ }.
———
RP: ἔμελλεν ⬪ NA/UBS: ἤμελλεν
RP: Ἱερουσαλήμ ⬪ NA/UBS: Ἰερουσαλήμ
‑‑(Mk)(Mt)Lk 9:31who appeared in glory, and spoke of his departure, leaving which he was about to accomplish at Jerusalem.
‑‑(Mk)(Mt)Lk 9:32Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.‑‑(Mk)(Mt)Lk 9:32¶Now Peter and those who were with him were heavy with sleep, but when they were fully awake, they saw his glory, and with him the two men who having stood together with him.4Mk 9:5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν { σκηνὰς τρεῖς ⬪ τρεῖς σκηνάς }, σοὶ μίαν, καὶ { Μωσῇ ⬪ Μωϋσεῖ } μίαν, καὶ Ἠλίᾳ μίαν.
———
RP: σκηνὰς τρεῖς ⬪ NA/UBS: τρεῖς σκηνάς
RP: Μωσῇ ⬪ NA/UBS: Μωϋσεῖ
Mt 17:4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, { ποιήσωμεν ⬪ ποιήσω } ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ { Μωσῇ ⬪ Μωϋσεῖ } μίαν, καὶ { μίαν Ἠλίᾳ ⬪ Ἠλίᾳ μίαν }.
———
RP: ποιήσωμεν ⬪ NA/UBS: ποιήσω
RP: Μωσῇ ⬪ NA/UBS: Μωϋσεῖ
RP: μίαν Ἠλίᾳ ⬪ NA/UBS: Ἠλίᾳ μίαν
Lk 9:33Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ, εἶπεν { Πέτρος ⬪ ὁ Πέτρος } πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοί, καὶ μίαν { Μωσῇ ⬪ Μωϋσεῖ }, καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει.
———
RP: Πέτρος ⬪ NA/UBS: ὁ Πέτρος
RP: Μωσῇ ⬪ NA/UBS: Μωϋσεῖ
4Mk 9:5¶Peter answered Jesus, “Rabbi, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah.”Mt 17:4¶Peter answered, and said to Jesus, “Lord, it is good for us to be here. If you want, let’s make three tents here: one for you, one for Moses, and one for Elijah.”Lk 9:33It happened, And as they were parting from him,[a] that Peter said to Jesus, “Master, it is good auspicious for us to be here. Let’s—we should make three tents: one for you, and one for Moses, and one for Elijah,” not knowing what he said is saying.
———
a Gr. ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ is functionally equivalent to a genitive absolute.
‑‑Mk 9:6Οὐ γὰρ ᾔδει τί { λαλήσει· ἦσαν γὰρ ἔκφοβοι ⬪ ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο }.
———
RP: λαλήσει· ἦσαν γὰρ ἔκφοβοι ⬪ NA/UBS: ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο
(Mt)(Lk)
‑‑Mk 9:6For he didn’t know what to say, for they were very afraid.(Mt)(Lk)
5Mk 9:7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ { ἦλθεν ⬪ ἐγένετο } φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· { αὐτοῦ ἀκούετε ⬪ ἀκούετε αὐτοῦ }.
———
RP: ἦλθεν ⬪ NA/UBS: ἐγένετο
RP: αὐτοῦ ἀκούετε ⬪ NA/UBS: ἀκούετε αὐτοῦ
Mt 17:5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· { αὐτοῦ ἀκούετε ⬪ ἀκούετε αὐτοῦ }.
———
RP: αὐτοῦ ἀκούετε ⬪ NA/UBS: ἀκούετε αὐτοῦ
Lk 9:34Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ { ἐπεσκίασεν ⬪ ἐπεσκίαζεν } αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ { ἐκείνους εἰσελθεῖν ⬪ εἰσελθεῖν αὐτοὺς } εἰς τὴν νεφέλην.
———
RP: ἐπεσκίασεν ⬪ NA/UBS: ἐπεσκίαζεν
RP: ἐκείνους εἰσελθεῖν ⬪ NA/UBS: εἰσελθεῖν αὐτοὺς
5Mk 9:7¶A cloud came appeared, overshadowing them, and a voice came out of the cloud, “This is my beloved Son. Listen to him.”Mt 17:5¶While he was still speaking, behold, a bright cloud overshadowed them. Behold, a voice came out of the cloud, saying, “This is my beloved Son, in whom I am well pleased. Listen to him.”Lk 9:34¶While he said is saying these things, a cloud came appeared and overshadowed enveloped them, and they were afraid as they entered into the cloud.
‑‑(Mk)(Mt)Lk 9:35Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ { ἀγαπητός ⬪ ἐκλελεγμένος }· αὐτοῦ ἀκούετε.
———
RP: ἀγαπητός ⬪ NA/UBS: ἐκλελεγμένος
‑‑(Mk)(Mt)Lk 9:35And A a voice came out of from the cloud, saying, “This is my beloved Son. Listen to him!”
6(Mk)Mt 17:6Καὶ ἀκούσαντες οἱ μαθηταὶ { ἔπεσον ⬪ ἔπεσαν } ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
———
RP: ἔπεσον ⬪ NA/UBS: ἔπεσαν
(Lk)
6(Mk)Mt 17:6¶When the disciples heard it, they fell on their faces, and were very afraid.(Lk)
7(Mk)Mt 17:7Καὶ { προσελθὼν ⬪ προσῆλθεν } ὁ Ἰησοῦς { ἥψατο αὐτῶν καὶ ⬪ καὶ ἁψάμενος αὐτῶν } εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
———
RP: προσελθὼν ⬪ NA/UBS: προσῆλθεν
RP: ἥψατο αὐτῶν καὶ ⬪ NA/UBS: καὶ ἁψάμενος αὐτῶν
(Lk)
7(Mk)Mt 17:7And Jesus came approached, and upon being touched by them, and he said, Get upArise, and don’t not be afraid.”(Lk)
8Mk 9:8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.Mt 17:8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ { τὸν ⬪ αὐτὸν } Ἰησοῦν μόνον.
———
RP: τὸν ⬪ NA/UBS: αὐτὸν
Lk 9:36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη { ὁ ⬪ - } Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν { ἑωράκασιν ⬪ ἑώρακαν }.
———
RP: ὁ ⬪ NA/UBS: —
RP: ἑωράκασιν ⬪ NA/UBS: ἑώρακαν
8Mk 9:8¶Suddenly looking around, they saw no one with them any more, except Jesus only.Mt 17:8Lifting up their eyes, they saw no one, except Jesus alone.Lk 9:36When the voice came And with the coming of the voice, Jesus was found alone. They were silent And they kept quiet, and in those days told no one in those days any of the things which they had seen.
9Mk 9:9¶{ Καταβαινόντων δὲ αὐτῶν ἀπὸ ⬪ Καὶ καταβαινόντων αὐτῶν ἐκ } τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ { διηγήσωνται ἃ εἶδον ⬪ ἃ εἶδον διηγήσωνται }, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
———
RP: Καταβαινόντων δὲ αὐτῶν ἀπὸ ⬪ NA/UBS: Καὶ καταβαινόντων αὐτῶν ἐκ
RP: διηγήσωνται ἃ εἶδον ⬪ NA/UBS: ἃ εἶδον διηγήσωνται
Mt 17:9¶Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν { ἀναστῇ ⬪ ἐγερθῇ }.
———
RP: ἀναστῇ ⬪ NA/UBS: ἐγερθῇ
(Lk)
9Mk 9:9¶As they were coming down from the mountain, he commanded them that they should tell relate to no one what things they had seen, until after the Son of Man had risen from the dead.Mt 17:9As they were coming down from the mountain, Jesus commanded them, saying, “Don’t tell anyone what you saw, until the Son of Man has risen is raised[a] from the dead.”
———
a RP: ἀναστῇ, rises up; NA/UBS: ἐγερθῇ, is raised.
(Lk)
‑‑Mk 9:10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.(Mt)(Lk)‑‑Mk 9:10They kept this saying to themselves, questioning what the “rising from the dead” meant.(Mt)(Lk)10Mk 9:11Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;Mt 17:10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ { αὐτοῦ ⬪ - } λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
———
RP: αὐτοῦ ⬪ NA/UBS: —
(Lk)
10Mk 9:11¶They asked him, saying, “Why do the scribes say that Elijah must come first?”Mt 17:10¶His disciples asked him, saying, “Then why do the scribes say that Elijah must come first?”(Lk)
11Mk 9:12Ὁ δὲ { ἀποκριθείς, εἶπεν ⬪ ἔφη } αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, { ἀποκαθιστᾷ ⬪ ἀποκαθιστάνει } πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ { ἐξουδενωθῇ ⬪ ἐξουδενηθῇ }.
———
RP: ἀποκριθείς, εἶπεν ⬪ NA/UBS: ἔφη
RP: ἀποκαθιστᾷ ⬪ NA/UBS: ἀποκαθιστάνει
RP: ἐξουδενωθῇ ⬪ NA/UBS: ἐξουδενηθῇ
Mt 17:11Ὁ δὲ { Ἰησοῦς ⬪ - } ἀποκριθεὶς εἶπεν { αὐτοῖς ⬪ - }, Ἠλίας μὲν ἔρχεται { πρῶτον ⬪ - }, καὶ ἀποκαταστήσει πάντα·
———
RP: Ἰησοῦς ⬪ NA/UBS: —
RP: αὐτοῖς ⬪ NA/UBS: —
RP: πρῶτον ⬪ NA/UBS: —
(Lk)
11Mk 9:12¶He said to them, “Elijah indeed comes first, and restores all things. How is it written about the Son of Man, that he should suffer many things and be despisedrejected?[a]
———
a Zach 4:10 See Mk. 14:27.
Mt 17:11¶Jesus answered them, “Elijah indeed comes first, and will restore all things,(Lk)
12Mk 9:13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα { ἠθέλησαν ⬪ ἤθελον }, καθὼς γέγραπται ἐπ’ αὐτόν.
———
RP: ἠθέλησαν ⬪ NA/UBS: ἤθελον
Mt 17:12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.(Lk)
12Mk 9:13But I tell you that Elijah has come, and they have also done to him whatever they wanted to, even as it is written about him.”Mt 17:12but I tell you that Elijah has come already, and they didn’t recognize him, but did to him whatever they wanted to. Even so the Son of Man will also suffer by them.”(Lk)
13(Mk)Mt 17:13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.(Lk)13(Mk)Mt 17:13Then the disciples understood that he spoke to them of John the Baptizer.(Lk)



Jesus Heals a Boy With Convulsions
14Mk 9:14¶Καὶ { ἐλθὼν ⬪ ἐλθόντες } πρὸς τοὺς μαθητάς, { εἶδεν ⬪ εἶδον } ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας { αὐτοῖς ⬪ πρὸς αὐτούς }.
———
RP: ἐλθὼν ⬪ NA/UBS: ἐλθόντες
RP: εἶδεν ⬪ NA/UBS: εἶδον
RP: αὐτοῖς ⬪ NA/UBS: πρὸς αὐτούς
Mt 17:14¶Καὶ ἐλθόντων { αὐτῶν ⬪ - } πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
———
RP: αὐτῶν ⬪ NA/UBS: —
Lk 9:37¶Ἐγένετο δὲ { ἐν ⬪ - } τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
———
RP: ἐν ⬪ NA/UBS: —
14Mk 9:14¶Coming to the disciples, he saw a great multitude around them, and scribes questioning them.Mt 17:14¶When they came to the multitude, a man came to him, kneeling down to him, saying,Lk 9:37It happened on During the next day, when after they had come down descended from the mountain, that a great multitude large crowd met him.
‑‑Mk 9:15Καὶ { εὐθέως ⬪ εὐθὺς } πᾶς ὁ ὄχλος { ἰδὼν αὐτὸν ἐξεθαμβήθη ⬪ ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν }, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
———
RP: εὐθέως ⬪ NA/UBS: εὐθὺς
RP: ἰδὼν αὐτὸν ἐξεθαμβήθη ⬪ NA/UBS: ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν
(Mt)(Lk)
‑‑Mk 9:15Immediately all the multitude, when they saw him, were greatly amazed, and running to him greeted him.(Mt)(Lk)
‑‑Mk 9:16Καὶ ἐπηρώτησεν { τοῦς τοὺς γραμματεῖς ⬪ αὐτούς }, Τί συζητεῖτε πρὸς αὐτούς;
———
RP: τοῦς τοὺς γραμματεῖς ⬪ NA/UBS: αὐτούς
(Mt)(Lk)
‑‑Mk 9:16He asked the scribes, “What are you asking them?”(Mt)(Lk)
15Mk 9:17Καὶ { ἀποκριθεὶς ⬪ ἀπεκρίθη αὐτῷ } εἷς ἐκ τοῦ ὄχλου { εἶπεν ⬪ - }, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
———
RP: ἀποκριθεὶς ⬪ NA/UBS: ἀπεκρίθη αὐτῷ
RP: εἶπεν ⬪ NA/UBS: —
Mt 17:15καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.Lk 9:38Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου { ἀνεβόησεν ⬪ ἐβόησεν }, λέγων, Διδάσκαλε, δέομαί σου, ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής { ἐστίν μοι ⬪ μοί ἐστιν }·
———
RP: ἀνεβόησεν ⬪ NA/UBS: ἐβόησεν
RP: ἐστίν μοι ⬪ NA/UBS: μοί ἐστιν
15Mk 9:17¶One of the multitude answered, “Teacher, I brought to you my son, who has a mute spirit;Mt 17:15“Lord, have mercy on my son, for he is epileptic, and suffers grievously; for he often falls into the fire, and often into the water.Lk 9:38And Behold behold, a man from the crowd called out, saying, “Teacher, I beg of you to look at my son, for he is my only child.,
16Mk 9:18Καὶ ὅπου { ἂν ⬪ ἐὰν } αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας { αὐτοῦ ⬪ - }, καὶ ξηραίνεται· καὶ { εἶπον ⬪ εἶπα } τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
———
RP: ἂν ⬪ NA/UBS: ἐὰν
RP: αὐτοῦ ⬪ NA/UBS: —
RP: εἶπον ⬪ NA/UBS: εἶπα
Mt 17:16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.Lk 9:39καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ, συντρῖβον αὐτόν.
16Mk 9:18and wherever it seizes him, it throws him down, and he foams at the mouth, and grinds his teeth, and wastes away. I asked your disciples to cast it out, and they weren’t able.”Mt 17:16So I brought him to your disciples, and they could not cure him.”Lk 9:39and Behold, (to) behold (that) a spirit takes seizes him, he suddenly cries causing him[a] to cry out suddenly, and it convulses him so that he foams with foaming (at the mouth), and it hardly departs from has a hard time breaking free[b] from him, bruising mangling[c] him severely.
———
a Lit., the spirit itself is the one that cries out as it seizes him.
b Gr. μόγις ἀποχωρεῖ, meaning it separates with difficulty. The father's perception here may be that the violent convulsions are the spirit struggling to free itself (as though the boy is sticky—which may be why the spirit screams).
c Sufferers of grand mal seizures, that is, tonic-clonic seizures (muscle rigidity followed by convulsions), describe feeling utterly depleted following a seizure.
‑‑(Mk)(Mt)Lk 9:40Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.‑‑(Mk)(Mt)Lk 9:40And I begged your disciples to cast it out, and they couldn’t were not able.”17Mk 9:19Ὁ δὲ ἀποκριθεὶς { αὐτῷ ⬪ αὐτοῖς } λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.
———
RP: αὐτῷ ⬪ NA/UBS: αὐτοῖς
Mt 17:17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε { ἔσομαι μεθ’ ὑμῶν ⬪ μεθ’ ὑμῶν ἔσομαι }; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
———
RP: ἔσομαι μεθ’ ὑμῶν ⬪ NA/UBS: μεθ’ ὑμῶν ἔσομαι
Lk 9:41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε { τὸν υἱόν σου ὧδε ⬪ ὧδε τὸν υἱόν σου }.
———
RP: τὸν υἱόν σου ὧδε ⬪ NA/UBS: ὧδε τὸν υἱόν σου
17Mk 9:19¶He answered him, “Unbelieving generation, how long shall I be with you? How long shall I bear with you? Bring him to me.”Mt 17:17¶Jesus answered, “Faithless and perverse generation! How long will I be with you? How long will I bear with you? Bring him here to me.”Lk 9:41¶Jesus answered, Oh Faithless faithless and perverse bewildered generation, how long shall must[a] I be with you and bear put up with you? Bring your son here.”
———
a Lit., until when will I be with you and will I put up with you.
18Mk 9:20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτόν, { εὐθέως τὸ πνεῦμα ἐσπάραξεν ⬪ τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν } αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.
———
RP: εὐθέως τὸ πνεῦμα ἐσπάραξεν ⬪ NA/UBS: τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν
Mt 17:18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.Lk 9:42Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
18Mk 9:20¶They brought him to him, and when he saw him, immediately the spirit convulsed him, and he fell on the ground, wallowing and foaming at the mouth.Mt 17:18Jesus rebuked him, the demon went out of him, and the boy was cured from that hour.Lk 9:42¶While he was still coming, the demon threw him down and convulsed him violently. But Jesus rebuked the unclean spirit, and healed the boy, and gave him back to his father.
‑‑Mk 9:21Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, { Παιδιόθεν ⬪ Ἐκ παιδιόθεν }.
———
RP: Παιδιόθεν ⬪ NA/UBS: Ἐκ παιδιόθεν
(Mt)(Lk)
‑‑Mk 9:21¶He asked his father, “How long has it been since this has come to him?”
¶He said, “From childhood.
(Mt)(Lk)
‑‑Mk 9:22Καὶ πολλάκις { αὐτὸν καὶ εἰς τὸ πῦρ ⬪ καὶ εἰς πῦρ αὐτὸν } ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι { δύνασαι ⬪ δύνῃ }, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
———
RP: αὐτὸν καὶ εἰς τὸ πῦρ ⬪ NA/UBS: καὶ εἰς πῦρ αὐτὸν
RP: δύνασαι ⬪ NA/UBS: δύνῃ
(Mt)(Lk)
‑‑Mk 9:22Often it has cast him both into the fire and into the water, to destroy him. But if you can do anything, have compassion on us, and help us.”(Mt)(Lk)
‑‑Mk 9:23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ { δύνασαι πιστεῦσαι ⬪ δύνῃ }, πάντα δυνατὰ τῷ πιστεύοντι.
———
RP: δύνασαι πιστεῦσαι ⬪ NA/UBS: δύνῃ
(Mt)(Lk)
‑‑Mk 9:23¶Jesus said to him, “If you can believe, all things are possible to him who believes.”(Mt)(Lk)
‑‑Mk 9:24{ Καὶ εὐθέως ⬪ Εὐθὺς } κράξας ὁ πατὴρ τοῦ παιδίου, { μετὰ δακρύων ⬪ - } ἔλεγεν, Πιστεύω, { κύριε ⬪ - }, βοήθει μου τῇ ἀπιστίᾳ.
———
RP: Καὶ εὐθέως ⬪ NA/UBS: Εὐθὺς
RP: μετὰ δακρύων ⬪ NA/UBS: —
RP: κύριε ⬪ NA/UBS: —
(Mt)(Lk)
‑‑Mk 9:24¶Immediately the father of the child cried out with tears, “I believe. Help my unbelief!”(Mt)(Lk)
‑‑Mk 9:25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ { πνεῦμα τὸ ἄλαλον καὶ κωφόν ⬪ ἄλαλον καὶ κωφὸν πνεῦμα }, ἐγώ { σοι ἐπιτάσσω ⬪ ἐπιτάσσω σοι }, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
———
RP: πνεῦμα τὸ ἄλαλον καὶ κωφόν ⬪ NA/UBS: ἄλαλον καὶ κωφὸν πνεῦμα
RP: σοι ἐπιτάσσω ⬪ NA/UBS: ἐπιτάσσω σοι
(Mt)(Lk)
‑‑Mk 9:25¶When Jesus saw that a multitude came running together, he rebuked the unclean spirit, saying to him, “You mute and deaf spirit, I command you, come out of him, and never enter him again!”(Mt)(Lk)
‑‑Mk 9:26Καὶ { κράξαν ⬪ κράξας }, καὶ πολλὰ { σπαράξαν αὐτόν ⬪ σπαράξας }, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε { πολλοὺς ⬪ τοὺς πολλοὺς } λέγειν ὅτι ἀπέθανεν.
———
RP: κράξαν ⬪ NA/UBS: κράξας
RP: σπαράξαν αὐτόν ⬪ NA/UBS: σπαράξας
RP: πολλοὺς ⬪ NA/UBS: τοὺς πολλοὺς
(Mt)(Lk)
‑‑Mk 9:26¶Having cried out, and convulsed greatly, it came out of him. The boy became like one dead; so much that most of them said, “He is dead.”(Mt)(Lk)
‑‑Mk 9:27Ὁ δὲ Ἰησοῦς κρατήσας { αὐτὸν τῆς χειρός ⬪ τῆς χειρὸς αὐτοῦ }, ἤγειρεν αὐτόν· καὶ ἀνέστη.
———
RP: αὐτὸν τῆς χειρός ⬪ NA/UBS: τῆς χειρὸς αὐτοῦ
(Mt)(Lk)
‑‑Mk 9:27But Jesus took him by the hand, and raised him up; and he arose.(Mt)(Lk)




Faith as a Grain of Mustard Seed / Only By Prayer and Fasting
19Mk 9:28Καὶ { εἰσελθόντα αὐτὸν ⬪ εἰσελθόντος αὐτοῦ } εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ { ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν ⬪ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν } ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
———
RP: εἰσελθόντα αὐτὸν ⬪ NA/UBS: εἰσελθόντος αὐτοῦ
RP: ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν ⬪ NA/UBS: κατ’ ἰδίαν ἐπηρώτων αὐτόν
Mt 17:19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;Lk 17:5¶Καὶ { εἶπον ⬪ εἶπαν } οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
19Mk 9:28¶When he had come into the house, his disciples asked him privately, “Why couldn’t we cast it out?”Mt 17:19¶Then the disciples came to Jesus privately, and said, “Why weren’t we able to cast it out?”Lk 17:5¶The apostles said to the Lord, “Increase our faith.”
20(Mk)Mt 17:20Ὁ δὲ { Ἰησοῦς εἶπεν ⬪ λέγει } αὐτοῖς, Διὰ τὴν { ἀπιστίαν ⬪ ὀλιγοπιστίαν } ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, { Μετάβηθι ἔντεῦθεν ἐντεῦθεν ⬪ Μετάβα ἔνθεν } ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
———
RP: Ἰησοῦς εἶπεν ⬪ NA/UBS: λέγει
RP: ἀπιστίαν ⬪ NA/UBS: ὀλιγοπιστίαν
RP: Μετάβηθι ἔντεῦθεν ἐντεῦθεν ⬪ NA/UBS: Μετάβα ἔνθεν
Lk 17:6Εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ { ταύτῃ ⬪ [ταύτῃ] }, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
———
RP: ταύτῃ ⬪ NA/UBS: [ταύτῃ]
20(Mk)Mt 17:20¶He said to them, “Because of your unbelief. For most certainly truly I tell you, if you have faith as a grain of mustard seed, you will tell this mountain, ‘Move from here to there,’ and it will move; and nothing will be impossible for you.Lk 17:6¶The Lord said, “If you had faith like a grain of mustard seed, you would tell this sycamore tree, ‘Be uprooted, and be planted in the sea,’ and it would obey you.
21Mk 9:29Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ { καὶ νηστείᾳ ⬪ - }.
———
RP: καὶ νηστείᾳ ⬪ NA/UBS: —
Mt 17:21{ Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. ⬪ - }
———
NA/UBS: —
(Lk)
21Mk 9:29He said to them, “This kind can come out by nothing, except by prayer and fasting.”Mt 17:21But this kind doesn’t go out except by prayer and fasting.”(Lk)




The Son of Man Will be Delivered Over to the Hands of Men
‑‑Mk 9:30¶{ Καὶ ἐκεῖθεν ⬪ Κἀκεῖθεν } ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· Καὶ καὶ οὐκ ἤθελεν ἵνα τις { γνῷ ⬪ γνοῖ }.
———
RP: Καὶ ἐκεῖθεν ⬪ NA/UBS: Κἀκεῖθεν
RP: γνῷ ⬪ NA/UBS: γνοῖ
(Mt)Lk 9:43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
¶Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς { ἐποίησεν ὁ Ἰησοῦς ⬪ ἐποίει }, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
———
RP: ἐποίησεν ὁ Ἰησοῦς ⬪ NA/UBS: ἐποίει
‑‑Mk 9:30¶They went out from there, and passed through Galilee. He didn’t want anyone to know it.(Mt)Lk 9:43They were all astonished awestruck at the majesty of God.
¶But while all were marveling at all the things which Jesus did, he said to his disciples,
22Mk 9:31Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, { τῇ τρίτῃ ἡμέρᾳ ⬪ μετὰ τρεῖς ἡμέρας } ἀναστήσεται.
———
RP: τῇ τρίτῃ ἡμέρᾳ ⬪ NA/UBS: μετὰ τρεῖς ἡμέρας
Mt 17:22¶{ Ἀναστρεφομένων ⬪ Συστρεφομένων } δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
———
RP: Ἀναστρεφομένων ⬪ NA/UBS: Συστρεφομένων
Lk 9:44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
22Mk 9:31For he was teaching his disciples, and said to them, “The Son of Man is being handed over to the hands of men, and they will kill him; and when he is killed, on the third day he will rise again.”Mt 17:22¶While they were staying in Galilee, Jesus said to them, “The Son of Man is about to be delivered up into the hands of men,Lk 9:44“Let these words sink into your ears, for the Son of Man will be delivered up into the hands of men.”
23Mk 9:32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.Mt 17:23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.Lk 9:45Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.23Mk 9:32¶But they didn’t understand the saying, and were afraid to ask him.Mt 17:23and they will kill him, and the third day he will be raised up.”
¶They were exceedingly sorry.
Lk 9:45But they didn’t understand this saying. It was concealed from them, that they should not perceive it, and they were afraid to ask him about this saying.




Didrachma Coins
24(Mk)Mt 17:24¶Ἐλθόντων δὲ αὐτῶν εἰς { Καπερναούμ ⬪ Καφαρναοὺμ }, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ { εἶπον ⬪ εἶπαν }, Ὁ διδάσκαλος ὑμῶν οὐ { τελεῖ τὰ ⬪ τελεῖ [τὰ] } δίδραχμα;
———
RP: Καπερναούμ ⬪ NA/UBS: Καφαρναοὺμ
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
RP: τελεῖ τὰ ⬪ NA/UBS: τελεῖ [τὰ]
(Lk)
24(Mk)Mt 17:24When they had come to Capernaum, those who collected the didrachma coins came to Peter, and said, “Doesn’t your teacher pay the didrachma?”(Lk)
25(Mk)Mt 17:25Λέγει, Ναί. Καὶ { ὅτε εἰσῆλθεν ⬪ ἐλθόντα } εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
———
RP: ὅτε εἰσῆλθεν ⬪ NA/UBS: ἐλθόντα
(Lk)
25(Mk)Mt 17:25He said, “Yes.”
¶When he came into the house, Jesus anticipated him, saying, “What do you think, Simon? From whom do the kings of the earth receive toll or tribute? From their children, or from strangers?”
(Lk)
26(Mk)Mt 17:26{ Λέγει αὐτῷ ὁ Πέτρος ⬪ Εἰπόντος δέ }, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
———
RP: Λέγει αὐτῷ ὁ Πέτρος ⬪ NA/UBS: Εἰπόντος δέ
(Lk)
26(Mk)Mt 17:26¶Peter said to him, “From strangers.”
¶Jesus said to him, “Therefore the children are exempt.
(Lk)
27(Mk)Mt 17:27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς { τὴν ⬪ - } θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν { ἀναβαίνοντα ⬪ ἀναβάντα } πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
———
RP: τὴν ⬪ NA/UBS: —
RP: ἀναβαίνοντα ⬪ NA/UBS: ἀναβάντα
(Lk)
27(Mk)Mt 17:27But, lest we cause them to stumble, go to the sea, cast a hook, and take up the first fish that comes up. When you have opened its mouth, you will find a stater coin. Take that, and give it to them for me and you.”(Lk)
« Ch 16» Ch 18

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Tuesday, 19-Mar-2024 04:12:06 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %

VERSES

Top