www.katabiblon.com

ΚΑΤΑ ΜΑΡΚΟΝ

Mark

      Robinson-Pierpont 2005      Wiki English Translation‎ / World English Bible  Mark Matthew Luke  Mark Matthew Luke



???
1Mk 11:1Καὶ ὅτε ἐγγίζουσιν εἰς { Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ ⬪ Ἱεροσόλυμα εἰς Βηθφαγὴ } καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
———
RP: Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ ⬪ NA/UBS: Ἱεροσόλυμα εἰς Βηθφαγὴ
Mt 21:1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς { Βηθσφαγῆ Βηθσφαγὴ πρὸς ⬪ Βηθφαγὴ εἰς } τὸ ὄρος τῶν Ἐλαιῶν, τότε { ὁ ⬪ - } Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς,
———
RP: Βηθσφαγῆ Βηθσφαγὴ πρὸς ⬪ NA/UBS: Βηθφαγὴ εἰς
RP: ὁ ⬪ NA/UBS: —
Lk 19:28¶Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.
1Mk 11:1¶When they drew near to Jerusalem, to Bethsphage and Bethany, at the Mount of Olives, he sent two of his disciples,Mt 21:1¶When they drew near to Jerusalem, and came to Bethsphage, to the Mount of Olives, then Jesus sent two disciples,Lk 19:28Having said these things, he went on ahead, going up to Jerusalem.
‑‑(Mk)(Mt)Lk 19:29¶Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς { Βηθσφαγὴ καὶ Βηθανίαν ⬪ Βηθφαγὴ καὶ Βηθανία[ν] } πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν { αὐτοῦ ⬪ - },
———
RP: Βηθσφαγὴ καὶ Βηθανίαν ⬪ NA/UBS: Βηθφαγὴ καὶ Βηθανία[ν]
RP: αὐτοῦ ⬪ NA/UBS: —
‑‑(Mk)(Mt)Lk 19:29¶It happened, when he drew near to Bethsphage and Bethany, at the mountain hill that is called Olivet (the Mount) of Olives, he sent two of his disciples,
2Mk 11:2καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ { εὐθέως ⬪ εὐθὺς } εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς { ἀνθρώπων κεκάθικεν· λύσαντες αὐτὸν ἀγάγετε ⬪ οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε }.
———
RP: εὐθέως ⬪ NA/UBS: εὐθὺς
RP: ἀνθρώπων κεκάθικεν· λύσαντες αὐτὸν ἀγάγετε ⬪ NA/UBS: οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε
Mt 21:2λέγων αὐτοῖς, { Πορεύθητε ⬪ Πορεύεσθε } εἰς τὴν κώμην τὴν { ἀπέναντι ⬪ κατέναντι } ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
———
RP: Πορεύθητε ⬪ NA/UBS: Πορεύεσθε
RP: ἀπέναντι ⬪ NA/UBS: κατέναντι
Lk 19:30{ εἰπών ⬪ λέγων }, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· { λύσαντες ⬪ καὶ λύσαντες } αὐτὸν ἀγάγετε.
———
RP: εἰπών ⬪ NA/UBS: λέγων
RP: λύσαντες ⬪ NA/UBS: καὶ λύσαντες
2Mk 11:2and said to them, “Go your way into the village that is opposite you. Immediately as you enter into it, you will find a young donkey tied, on which no one has sat. Untie him, and bring him.Mt 21:2saying to them, “Go into the village that is opposite you, and immediately you will find a donkey tied, and a colt with her. Untie them, and bring them to me.Lk 19:30saying, “Go your way into the village on the other side, in which, as you enter, you will find a colt tied, whereon no man ever yet sat. Untie it, and bring it.
3Mk 11:3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; Εἴπατε, { ὅτι ⬪ - } Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ { εὐθέως ⬪ εὐθὺς } αὐτὸν ἀποστέλλει { ὧδε ⬪ πάλιν ὧδε }.
———
RP: ὅτι ⬪ NA/UBS: —
RP: εὐθέως ⬪ NA/UBS: εὐθὺς
RP: ὧδε ⬪ NA/UBS: πάλιν ὧδε
Mt 21:3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· { εὐθέως δὲ ἀποστέλλει ⬪ εὐθὺς δὲ ἀποστελεῖ } αὐτούς.
———
RP: εὐθέως δὲ ἀποστέλλει ⬪ NA/UBS: εὐθὺς δὲ ἀποστελεῖ
Lk 19:31Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; Οὕτως ἐρεῖτε { αὐτῷ ⬪ - } ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
———
RP: αὐτῷ ⬪ NA/UBS: —
3Mk 11:3If anyone asks you, ‘Why are you doing this?’ say, ‘The Lord needs him;’ and immediately he will send him back here.”Mt 21:3If anyone says anything to you, you shall say, ‘The Lord needs them,’ and immediately he will send them.”
———
a αυτων is in the gen so a strict literal translation could read: "The Lord of them has need"
Lk 19:31If anyone asks you, ‘Why are you untying it?’ say to him: ‘The Lord needs has need of it.’”
4Mk 11:4{ Ἀπῆλθον δὲ ⬪ Καὶ ἀπῆλθον } καὶ εὗρον πῶλον δεδεμένον πρὸς { τὴν ⬪ - } θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
———
RP: Ἀπῆλθον δὲ ⬪ NA/UBS: Καὶ ἀπῆλθον
RP: τὴν ⬪ NA/UBS: —
(Mt)Lk 19:32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
4Mk 11:4¶They went away, and found a young donkey tied at the door outside in the open street, and they untied him.(Mt)Lk 19:32¶Those who were sent went away, and found things just as he had told them.
5Mk 11:5Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;(Mt)Lk 19:33Λυόντων δὲ αὐτῶν τὸν πῶλον, { εἶπον ⬪ εἶπαν } οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
5Mk 11:5Some of those who stood there asked them, “What are you doing, untying the young donkey?”(Mt)Lk 19:33As they were untying the colt, its owners said to them, “Why are you untying the colt?”
‑‑(Mk)Mt 21:4Τοῦτο δὲ { ὅλον ⬪ - } γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
———
RP: ὅλον ⬪ NA/UBS: —
(Lk)
‑‑(Mk)Mt 21:4¶All this was done, that it might be fulfilled which was spoken through the prophet, saying,(Lk)
‑‑(Mk)Mt 21:5Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ { πῶλον ⬪ ἐπὶ πῶλον } υἱὸν ὑποζυγίου.
———
RP: πῶλον ⬪ NA/UBS: ἐπὶ πῶλον
(Lk)
‑‑(Mk)Mt 21:5
“Tell the daughter of Zion,
behold, your King comes to you,
humble, and riding on a donkey,
on a colt, the foal of a donkey.”*
(Lk)
6Mk 11:6Οἱ δὲ { εἶπον ⬪ εἶπαν } αὐτοῖς καθὼς { ἐνετείλατο ⬪ εἶπεν } ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
RP: ἐνετείλατο ⬪ NA/UBS: εἶπεν
Mt 21:6Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς { προσέταξεν ⬪ συνέταξεν } αὐτοῖς ὁ Ἰησοῦς,
———
RP: προσέταξεν ⬪ NA/UBS: συνέταξεν
Lk 19:34Οἱ δὲ { εἶπον ⬪ εἶπαν ὅτι }, Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν ὅτι
6Mk 11:6They said to them just as Jesus had said, and they let them go.Mt 21:6¶The disciples went, and did just as Jesus commanded them,Lk 19:34They said, “The Lord needs has need of it.”
7Mk 11:7Καὶ { ἤγαγον ⬪ φέρουσιν } τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ { ἐπέβαλον ⬪ ἐπιβάλλουσιν } αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν { ἐπ’ αὐτῷ ⬪ ἐπ’ αὐτόν }.
———
RP: ἤγαγον ⬪ NA/UBS: φέρουσιν
RP: ἐπέβαλον ⬪ NA/UBS: ἐπιβάλλουσιν
RP: ἐπ’ αὐτῷ ⬪ NA/UBS: ἐπ’ αὐτόν
Mt 21:7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ { ἐπέθηκαν ἐπάνω ⬪ ἐπέθηκαν ἐπ’ } αὐτῶν τὰ ἱμάτια { αὐτῶν, καὶ ⬪ καὶ } ἐπεκάθισεν ἐπάνω αὐτῶν.
———
RP: ἐπέθηκαν ἐπάνω ⬪ NA/UBS: ἐπέθηκαν ἐπ’
RP: αὐτῶν, καὶ ⬪ NA/UBS: καὶ
Lk 19:35Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ { ἐπιρρίψαντες ἑαυτῶν ⬪ ἐπιρίψαντες αὐτῶν } τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.
———
RP: ἐπιρρίψαντες ἑαυτῶν ⬪ NA/UBS: ἐπιρίψαντες αὐτῶν
7Mk 11:7¶They brought the young donkey to Jesus, and threw their garments on it, and Jesus sat on it.Mt 21:7and brought the donkey and the colt, and laid their clothes on them; and he sat on them.Lk 19:35They And they brought led it to Jesus. They, threw their cloaks on the colt, and set hoisted Jesus up on them it.
8Mk 11:8{ Πολλοὶ δὲ τὰ ⬪ Καὶ πολλοὶ τὰ } ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ { στοιβάδας ἔκοπτον ⬪ στιβάδας κόψαντες } ἐκ τῶν { δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν ⬪ ἀγρῶν }.
———
RP: Πολλοὶ δὲ τὰ ⬪ NA/UBS: Καὶ πολλοὶ τὰ
RP: στοιβάδας ἔκοπτον ⬪ NA/UBS: στιβάδας κόψαντες
RP: δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν ⬪ NA/UBS: ἀγρῶν
Mt 21:8Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.Lk 19:36Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
8Mk 11:8Many spread their garments on the way, and others were cutting down branches from the trees, and spreading them on the road.Mt 21:8A very great multitude spread their clothes on the road. Others cut branches from the trees, and spread them on the road.Lk 19:36As he went, they spread their cloaks in the way.
9Mk 11:9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, { λέγοντες ⬪ - }, Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
———
RP: λέγοντες ⬪ NA/UBS: —
Mt 21:9Οἱ δὲ ὄχλοι οἱ προάγοντες { καὶ ⬪ αὐτὸν καὶ } οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
———
RP: καὶ ⬪ NA/UBS: αὐτὸν καὶ
Lk 19:37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
9Mk 11:9Those who went in front, and those who followed, cried out, “Hosanna! Blessed is he who comes in the name of the Lord!*Mt 21:9The multitudes who went before him, and who followed kept shouting, “Hosanna to the son of David! Blessed is he who comes in the name of the Lord! Hosanna in the highest!”*Lk 19:37As he was now getting near, at the descent of the Mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works which they had seen,
10Mk 11:10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία { ἐν ὀνόματι κυρίου ⬪ - } τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
———
RP: ἐν ὀνόματι κυρίου ⬪ NA/UBS: —
(Mt)Lk 19:38λέγοντες,
¶Εὐλογημένος ὁ ἐρχόμενος { βασιλεὺς ⬪ ὁ βασιλεὺς } ἐν ὀνόματι κυρίου· { εἰρήνη ἐν οὐρανῷ ⬪ ἐν οὐρανῷ εἰρήνη }, καὶ δόξα ἐν ὑψίστοις.
———
RP: βασιλεὺς ⬪ NA/UBS: ὁ βασιλεὺς
RP: εἰρήνη ἐν οὐρανῷ ⬪ NA/UBS: ἐν οὐρανῷ εἰρήνη
10Mk 11:10Blessed is the kingdom of our father David that is coming in the name of the Lord! Hosanna in the highest!”(Mt)Lk 19:38saying, “Blessed is the King who comes in the name of the Lord!* Peace in heaven, and glory in the highest!”
‑‑(Mk)(Mt)Lk 19:39¶Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου { εἶπον ⬪ εἶπαν } πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
‑‑(Mk)(Mt)Lk 19:39¶Some of the Pharisees from the multitude said to him, “Teacher, rebuke your disciples!”
‑‑(Mk)(Mt)Lk 19:40Καὶ ἀποκριθεὶς εἶπεν { αὐτοῖς ⬪ - }, Λέγω ὑμῖν { ὅτι ⬪ - }, ἐὰν οὗτοι { σιωπήσωσιν ⬪ σιωπήσουσιν }, οἱ λίθοι { κεκράξονται ⬪ κράξουσιν }.
———
RP: αὐτοῖς ⬪ NA/UBS: —
RP: ὅτι ⬪ NA/UBS: —
RP: σιωπήσωσιν ⬪ NA/UBS: σιωπήσουσιν
RP: κεκράξονται ⬪ NA/UBS: κράξουσιν
‑‑(Mk)(Mt)Lk 19:40¶He answered them, “I tell you that if these were silent stayed quiet, the stones would cry out.”
‑‑(Mk)(Mt)Lk 19:41¶Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ { αὐτῇ ⬪ αὐτήν },
———
RP: αὐτῇ ⬪ NA/UBS: αὐτήν
‑‑(Mk)(Mt)Lk 19:41¶When he drew near, he saw the city and wept over it,
‑‑(Mk)(Mt)Lk 19:42λέγων ὅτι Εἰ ἔγνως { καὶ σύ, καί γε ⬪ - } ἐν τῇ ἡμέρᾳ { σου ταύτῃ ⬪ ταύτῃ καὶ σὺ }, τὰ πρὸς { εἰρήνην σου ⬪ εἰρήνην }· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
———
RP: καὶ σύ, καί γε ⬪ NA/UBS: —
RP: σου ταύτῃ ⬪ NA/UBS: ταύτῃ καὶ σὺ
RP: εἰρήνην σου ⬪ NA/UBS: εἰρήνην
‑‑(Mk)(Mt)Lk 19:42saying, “If you, even you, had known today in this day the things which belong to your what leads to peace![a] But now, they are hidden from your eyes.
———
a Gr. τὰ πρὸς είρήνην, lit. the toward peace.
‑‑(Mk)(Mt)Lk 19:43Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ { περιβαλοῦσιν ⬪ παρεμβαλοῦσιν } οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε, καὶ συνέξουσίν σε πάντοθεν,
———
RP: περιβαλοῦσιν ⬪ NA/UBS: παρεμβαλοῦσιν
‑‑(Mk)(Mt)Lk 19:43For the days will come on you, when your enemies will throw up a barricade against you, surround you, hem you in on every side,
‑‑(Mk)(Mt)Lk 19:44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν { ἐν σοὶ λίθον ἐπὶ λίθῳ ⬪ λίθον ἐπὶ λίθον ἐν σοί }· ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
———
RP: ἐν σοὶ λίθον ἐπὶ λίθῳ ⬪ NA/UBS: λίθον ἐπὶ λίθον ἐν σοί
‑‑(Mk)(Mt)Lk 19:44and will dash you and your children within you to the ground. They will not leave in you one stone on another, because you didn’t know the time of your visitation.”
———
a επισκοπης: see Isaiah 10:3, Ex32:34, Jeremiah 10:15, Jer 23:12, Psalm 105:4, 1Pt 2:12




???
‑‑(Mk)Mt 21:10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος;(Lk)‑‑(Mk)Mt 21:10¶When he had come into Jerusalem, all the city was stirred up, saying, “Who is this?”(Lk)‑‑(Mk)Mt 21:11Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν { Ἰησοῦς ὁ προφήτης ⬪ ὁ προφήτης Ἰησοῦς }, ὁ ἀπὸ { Ναζαρὲτ ⬪ Ναζαρὲθ } τῆς Γαλιλαίας.
———
RP: Ἰησοῦς ὁ προφήτης ⬪ NA/UBS: ὁ προφήτης Ἰησοῦς
RP: Ναζαρὲτ ⬪ NA/UBS: Ναζαρὲθ
(Lk)
‑‑(Mk)Mt 21:11The multitudes said, “This is the prophet, Jesus, from Nazareth of Galilee.”(Lk)
11Mk 11:11¶Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα { ὁ Ἰησοῦς, καὶ ⬪ - } εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
———
RP: ὁ Ἰησοῦς, καὶ ⬪ NA/UBS: —
(Mt)(Lk)
11Mk 11:11¶Jesus entered into the temple in Jerusalem. When he had looked around at everything, it being now evening, he went out to Bethany with the twelve.(Mt)(Lk)
12Mk 11:12¶Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν.(Mt)(Mt 21:18)(Lk)12Mk 11:12¶The next day, when they had come out from Bethany, he was hungry.(Mt)(Mt 21:18)(Lk)13Mk 11:13Καὶ ἰδὼν συκῆν { μακρόθεν ⬪ ἀπὸ μακρόθεν }, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα { εὑρήσει τι ⬪ τι εὑρήσει } ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ’ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· { οὐ γὰρ ἦν καιρὸς ⬪ ὁ γὰρ καιρὸς οὐκ ἦν } σύκων.
———
RP: μακρόθεν ⬪ NA/UBS: ἀπὸ μακρόθεν
RP: εὑρήσει τι ⬪ NA/UBS: τι εὑρήσει
RP: οὐ γὰρ ἦν καιρὸς ⬪ NA/UBS: ὁ γὰρ καιρὸς οὐκ ἦν
(Mt)(Mt 21:19)(Lk)
13Mk 11:13Seeing a fig tree afar off having leaves, he came to see if perhaps he might find anything on it. When he came to it, he found nothing but leaves, for it was not the season for figs.(Mt)(Mt 21:19)(Lk)
14Mk 11:14Καὶ ἀποκριθεὶς { ὁ Ἰησοῦς ⬪ - } εἶπεν αὐτῇ, Μηκέτι { ἐκ σοῦ εἰς τὸν αἰῶνα ⬪ εἰς τὸν αἰῶνα ἐκ σοῦ } μηδεὶς καρπὸν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
———
RP: ὁ Ἰησοῦς ⬪ NA/UBS: —
RP: ἐκ σοῦ εἰς τὸν αἰῶνα ⬪ NA/UBS: εἰς τὸν αἰῶνα ἐκ σοῦ
(Mt)(Lk)
14Mk 11:14Jesus told it, “May no one ever eat fruit from you again!” and his disciples heard it.(Mt)(Lk)
15Mk 11:15¶Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν { ὁ Ἰησοῦς ⬪ - } εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ { ἀγοράζοντας ⬪ τοὺς ἀγοράζοντας } ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν·
———
RP: ὁ Ἰησοῦς ⬪ NA/UBS: —
RP: ἀγοράζοντας ⬪ NA/UBS: τοὺς ἀγοράζοντας
Mt 21:12¶Καὶ εἰσῆλθεν { ὁ ⬪ - } Ἰησοῦς εἰς τὸ ἱερὸν { τοῦ θεοῦ ⬪ - }, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
———
RP: ὁ ⬪ NA/UBS: —
RP: τοῦ θεοῦ ⬪ NA/UBS: —
Lk 19:45¶Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας { ἐν αὐτῷ καὶ ἀγοράζοντας ⬪ - },
———
RP: ἐν αὐτῷ καὶ ἀγοράζοντας ⬪ NA/UBS: —
15Mk 11:15¶They came to Jerusalem, and Jesus entered into the temple, and began to throw out those who sold and those who bought in the temple, and overthrew the tables of the money changers, and the seats of those who sold the doves.Mt 21:12¶Jesus entered into the temple of God, and drove out all of those who sold and bought in the temple, and overthrew the money changers’ tables and the seats of those who sold the doves.Lk 19:45¶He entered into the temple, and began to drive out those who bought and sold in it,
16Mk 11:16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.(Mt)(Lk)16Mk 11:16He would not allow anyone to carry a container through the temple.(Mt)(Lk)17Mk 11:17Καὶ ἐδίδασκεν, { λέγων ⬪ καὶ ἔλεγεν } αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ { ἐποιήσατε ⬪ πεποιήκατε } αὐτὸν σπήλαιον λῃστῶν.
———
RP: λέγων ⬪ NA/UBS: καὶ ἔλεγεν
RP: ἐποιήσατε ⬪ NA/UBS: πεποιήκατε
Mt 21:13Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν { ἐποιήσατε ⬪ ποιεῖτε } σπήλαιον λῃστῶν.
———
RP: ἐποιήσατε ⬪ NA/UBS: ποιεῖτε
Lk 19:46λέγων αὐτοῖς, Γέγραπται, { Ὁ ⬪ Καὶ ἔσται ὁ } οἶκός μου οἶκος προσευχῆς { ἐστίν ⬪ - }· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
———
RP: Ὁ ⬪ NA/UBS: Καὶ ἔσται ὁ
RP: ἐστίν ⬪ NA/UBS: —
17Mk 11:17He taught, saying to them, “Isn’t it written, ‘My house will be called a house of prayer for all the nations?’* But you have made it a den of robbers!”*Mt 21:13He said to them, “It is written, ‘My house shall be called a house of prayer,’* but you have made it a den of robbers!”*Lk 19:46saying to them, “It is written, ‘My house is a house of prayer,’* but you have made it a ‘den of robbers’!”*
‑‑(Mk)Mt 21:14Καὶ προσῆλθον αὐτῷ { χωλοὶ καὶ τυφλοὶ ⬪ τυφλοὶ καὶ χωλοὶ } ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς.
———
RP: χωλοὶ καὶ τυφλοὶ ⬪ NA/UBS: τυφλοὶ καὶ χωλοὶ
(Lk)
‑‑(Mk)Mt 21:14¶The blind and the lame came to him in the temple, and he healed them.(Lk)
18Mk 11:18Καὶ ἤκουσαν οἱ { γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ⬪ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς }, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, { ὅτι πᾶς ⬪ πᾶς γὰρ } ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
———
RP: γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ⬪ NA/UBS: ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
RP: ὅτι πᾶς ⬪ NA/UBS: πᾶς γὰρ
Mt 21:15Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν, καὶ τοὺς παῖδας { κράζοντας ⬪ τοὺς κράζοντας } ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν,
———
RP: κράζοντας ⬪ NA/UBS: τοὺς κράζοντας
Lk 19:47Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ·
18Mk 11:18¶The chief priests and the scribes heard it, and sought how they might destroy him. For they feared him, because all the multitude was astonished awestruck at his teaching.Mt 21:15But when the chief priests and the scribes saw the wonderful things that he did, and the children who were crying in the temple and saying, “Hosanna to the son of David!” they were indignant,Lk 19:47¶He was teaching daily in the temple, but the chief priests and the scribes and the leading men among the people sought to destroy him.
‑‑(Mk)Mt 21:16καὶ { εἶπον ⬪ εἶπαν } αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
(Lk)
‑‑(Mk)Mt 21:16and said to him, “Do you hear what these are saying?”
¶Jesus said to them, “Yes. Did you never read, ‘Out of the mouth of babes and nursing babies you have perfected praise?’”*
(Lk)
‑‑(Mk)(Mt)Lk 19:48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.‑‑(Mk)(Mt)Lk 19:48They couldn’t find what they might do, for all the people hung on to every word that he said.19Mk 11:19¶Καὶ { ὅτε ⬪ ὅταν } ὀψὲ ἐγένετο, { ἐξεπορεύετο ⬪ ἐξεπορεύοντο } ἔξω τῆς πόλεως.
———
RP: ὅτε ⬪ NA/UBS: ὅταν
RP: ἐξεπορεύετο ⬪ NA/UBS: ἐξεπορεύοντο
Mt 21:17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.(Lk)
19Mk 11:19¶When evening came, he went out of the city.Mt 21:17¶He left them, and went out of the city to Bethany, and lodged there.(Lk)
‑‑(Mk)(Mk 11:12)Mt 21:18¶{ Πρωΐας ⬪ Πρωῒ } δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασεν·
———
RP: Πρωΐας ⬪ NA/UBS: Πρωῒ
(Lk)
‑‑(Mk)(Mk 11:12)Mt 21:18Now in the morning, as he returned to the city, he was hungry.(Lk)
‑‑(Mk)(Mk 11:13-14)Mt 21:19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.(Lk)‑‑(Mk)(Mk 11:13-14)Mt 21:19Seeing a fig tree by the road, he came to it, and found nothing on it but leaves. He said to it, “Let there be no fruit from you forever!”
¶Immediately the fig tree withered away.
(Lk)




???
20Mk 11:20¶Καὶ { πρωῒ παραπορευόμενοι ⬪ παραπορευόμενοι πρωῒ }, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
———
RP: πρωῒ παραπορευόμενοι ⬪ NA/UBS: παραπορευόμενοι πρωῒ
Mt 21:20Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;(Lk)
20Mk 11:20As they passed by in the morning, they saw the fig tree withered away from the roots.Mt 21:20When the disciples saw it, they marveled, saying, “How did the fig tree immediately wither away?”(Lk)
21Mk 11:21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.(Mt)(Lk)21Mk 11:21Peter, remembering, said to him, “Rabbi, look! The fig tree which you cursed has withered away.”(Mt)(Lk)22Mk 11:22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν θεοῦ.(Mt)(Lk)22Mk 11:22¶Jesus answered them, “Have faith in God.(Mt)(Lk)23Mk 11:23Ἀμὴν { γὰρ ⬪ - } λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ { πιστεύσῃ ⬪ πιστεύῃ } ὅτι { ἃ λέγει ⬪ ὃ λαλεῖ } γίνεται· ἔσται αὐτῷ { ὃ ἐὰν εἴπῃ ⬪ - }.
———
RP: γὰρ ⬪ NA/UBS: —
RP: πιστεύσῃ ⬪ NA/UBS: πιστεύῃ
RP: ἃ λέγει ⬪ NA/UBS: ὃ λαλεῖ
RP: ὃ ἐὰν εἴπῃ ⬪ NA/UBS: —
Mt 21:21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.(Lk)
23Mk 11:23For most certainly truly I tell you, that whoever may tell this mountain, ‘Be taken up and cast into the sea,’ and doesn’t doubt in his heart, but believes that what he says is happening; he shall have whatever he says.Mt 21:21¶Jesus answered them, Most certainly Truly I tell you, if you have faith, and don’t doubt, you will not only do what was done to the fig tree, but even if you told this mountain, ‘Be taken up and cast into the sea,’ it would be done.(Lk)
24Mk 11:24Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα { ἂν προσευχόμενοι αἰτῆσθε ⬪ προσεύχεσθε καὶ αἰτεῖσθε }, πιστεύετε ὅτι { λαμβάνετε ⬪ ἐλάβετε }, καὶ ἔσται ὑμῖν.
———
RP: ἂν προσευχόμενοι αἰτῆσθε ⬪ NA/UBS: προσεύχεσθε καὶ αἰτεῖσθε
RP: λαμβάνετε ⬪ NA/UBS: ἐλάβετε
Mt 21:22Καὶ πάντα ὅσα { ἐὰν ⬪ ἂν } αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, { λήψεσθε ⬪ λήμψεσθε }.
———
RP: ἐὰν ⬪ NA/UBS: ἂν
RP: λήψεσθε ⬪ NA/UBS: λήμψεσθε
(Lk)
24Mk 11:24Therefore I tell you, all things whatever you pray and ask for, believe that you have received them, and you shall have them.Mt 21:22All things, whatever you ask in prayer, believing, you will receive.”(Lk)
25Mk 11:25Καὶ ὅταν { στήκητε ⬪ στήκετε } προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
———
RP: στήκητε ⬪ NA/UBS: στήκετε
(Mt)(Lk)
25Mk 11:25Whenever you stand praying, forgive, if you have anything against anyone; so that your Father, who is in heaven, may also forgive you your transgressions.(Mt)(Lk)
26Mk 11:26{ Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν. ⬪ - }
———
NA/UBS: —
(Mt)(Lk)
26Mk 11:26But if you do not forgive, neither will your Father in heaven forgive your transgressions.”(Mt)(Lk)




???
27Mk 11:27¶Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι,(Mt)Lk 20:1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν { ἐκείνων ⬪ - }, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ { ἱερεῖς ⬪ ἀρχιερεῖς } καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
———
RP: ἐκείνων ⬪ NA/UBS: —
RP: ἱερεῖς ⬪ NA/UBS: ἀρχιερεῖς
27Mk 11:27¶They came again to Jerusalem, and as he was walking in the temple, the chief priests, and the scribes, and the elders came to him,(Mt)Lk 20:1¶It happened on one of those days, as he was teaching the people in the temple and preaching sharing the Ggood Nnews, that the *priests and scribes came to him with the elders.
28Mk 11:28καὶ { λέγουσιν ⬪ ἔλεγον } αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; { Καὶ τίς ⬪ Ἢ τίς } σοι { τὴν ἐξουσίαν ταύτην ἔδωκεν ⬪ ἔδωκεν τὴν ἐξουσίαν ταύτην } ἵνα ταῦτα ποιῇς;
———
RP: λέγουσιν ⬪ NA/UBS: ἔλεγον
RP: Καὶ τίς ⬪ NA/UBS: Ἢ τίς
RP: τὴν ἐξουσίαν ταύτην ἔδωκεν ⬪ NA/UBS: ἔδωκεν τὴν ἐξουσίαν ταύτην
Mt 21:23¶Καὶ { ἐλθόντι αὐτῷ ⬪ ἐλθόντος αὐτοῦ } εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
———
RP: ἐλθόντι αὐτῷ ⬪ NA/UBS: ἐλθόντος αὐτοῦ
Lk 20:2καὶ { εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ⬪ εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν } ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
———
RP: εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ⬪ NA/UBS: εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν
28Mk 11:28and they began saying to him, “By what authority do you do these things? Or who gave you this authority to do these things?”[a]
———
a Cf. Peter and John before the council, Acts 4:7.
Mt 21:23¶When he had come into the temple, the chief priests and the elders of the people came to him as he was teaching, and said, “By what authority do you do these things? Who gave you this authority?”[a]
———
a Cf. Peter and John before the council, Acts 4:7.
Lk 20:2They asked him, “Tell us: by what authority do you do these things? Or who is giving you this authority?”[a]
———
a Cf. Peter and John before the council, Acts 4:7.
29Mk 11:29Ὁ δὲ Ἰησοῦς { ἀποκριθεὶς ⬪ - } εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς { καὶ ἐγὼ ⬪ - } ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
———
RP: ἀποκριθεὶς ⬪ NA/UBS: —
RP: καὶ ἐγὼ ⬪ NA/UBS: —
Mt 21:24Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.Lk 20:3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ { ἕνα ⬪ - } λόγον, καὶ εἴπατέ μοι·
———
RP: ἕνα ⬪ NA/UBS: —
29Mk 11:29¶Jesus said to them, “I will ask you one question. Answer me, and I will tell you by what authority I do these things.Mt 21:24¶Jesus answered them, “I also will ask you one question, which if you tell me, I likewise will tell you by what authority I do these things.Lk 20:3¶He answered them, “I also will ask you one question. Tell, and you tell me:
30Mk 11:30Τὸ βάπτισμα { Ἰωάννου ⬪ τὸ Ἰωάννου } ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι.
———
RP: Ἰωάννου ⬪ NA/UBS: τὸ Ἰωάννου
Mt 21:25Τὸ βάπτισμα { Ἰωάννου ⬪ τὸ Ἰωάννου } πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο { παρ’ ⬪ ἐν } ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
———
RP: Ἰωάννου ⬪ NA/UBS: τὸ Ἰωάννου
RP: παρ’ ⬪ NA/UBS: ἐν
Lk 20:4Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
30Mk 11:30The baptism of John—was it from heaven, or from men? Answer me.”Mt 21:25The baptism of John, where was it from? From heaven or from men?”
¶They reasoned with themselves, saying, “If we say, ‘From heaven,’ he will ask us, ‘Why then did you not believe him?’
Lk 20:4the baptism of John, was it from heaven, or from men?”
31Mk 11:31Καὶ { ἐλογίζοντο ⬪ διελογίζοντο } πρὸς ἑαυτούς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί { οὖν ⬪ [οὖν] } οὐκ ἐπιστεύσατε αὐτῷ;
———
RP: ἐλογίζοντο ⬪ NA/UBS: διελογίζοντο
RP: οὖν ⬪ NA/UBS: [οὖν]
(Mt)Lk 20:5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
31Mk 11:31¶They reasoned with themselves, saying, “If we should say, ‘From heaven;’ he will say, ‘Why then did you not believe him?’(Mt)Lk 20:5¶They reasoned with themselves, saying, “If we say, ‘From heaven,’ he will say, ‘Why didn’t you believe him?’
32Mk 11:32{ Ἀλλ’ ⬪ Ἀλλὰ } εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν { λαόν ⬪ ὄχλον }· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, { ὅτι ὄντως ⬪ ὄντως ὅτι } προφήτης ἦν.
———
RP: Ἀλλ’ ⬪ NA/UBS: Ἀλλὰ
RP: λαόν ⬪ NA/UBS: ὄχλον
RP: ὅτι ὄντως ⬪ NA/UBS: ὄντως ὅτι
Mt 21:26Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ { ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην ⬪ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην }.
———
RP: ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην ⬪ NA/UBS: ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην
Lk 20:6Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, { πᾶς ὁ λαὸς ⬪ ὁ λαὸς ἅπας } καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
———
RP: πᾶς ὁ λαὸς ⬪ NA/UBS: ὁ λαὸς ἅπας
32Mk 11:32If we should say, ‘From men’”—they feared the people, for all held John to really be a prophet.Mt 21:26But if we say, ‘From men,’ we fear the multitude, for all hold John as a prophet.”Lk 20:6But if we say, ‘From men,’ all the people will stone us, for they are persuaded convinced that John was is a prophet.”
33Mk 11:33Καὶ ἀποκριθέντες { λέγουσιν τῷ Ἰησοῦ ⬪ τῷ Ἰησοῦ λέγουσιν }, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς { ἀποκριθεὶς ⬪ - } λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
———
RP: λέγουσιν τῷ Ἰησοῦ ⬪ NA/UBS: τῷ Ἰησοῦ λέγουσιν
RP: ἀποκριθεὶς ⬪ NA/UBS: —
Mt 21:27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ { εἶπον ⬪ εἶπαν }, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
———
RP: εἶπον ⬪ NA/UBS: εἶπαν
Lk 20:7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
33Mk 11:33They answered Jesus, “We don’t know.”
¶Jesus said to them, “Neither do I tell you by what authority I do these things.”
Mt 21:27They answered Jesus, and said, “We don’t know.”
¶He also said to them, “Neither will I tell you by what authority I do these things.
Lk 20:7They answered that they didn’t know where it was from.
‑‑(Mk)(Mt)Lk 20:8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.‑‑(Mk)(Mt)Lk 20:8¶Jesus said to them, “Neither will I tell you by what authority I do these things.”
« Ch 10» Ch 12

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Tuesday, 19-Mar-2024 05:56:35 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %

VERSES

Top