www.katabiblon.com

According to Matthew 25

ΚΑΤΑ { ΜΑΤΘΑΙΟΝ ♦ ΜΑΘΘΑΙΟΝ }

Robinson-Pierpont 2005Wiki English Translation‎ / World English Bible
MarkMatthewLuke MarkMatthewLuke

Ten Virgins

Mt25:1Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας { αὐτῶν ♦ ἑαυτῶν } ἐξῆλθον εἰς { ἀπάντησιν ♦ ὑπάντησιν } τοῦ νυμφίου.
———
RP: αὐτῶν ♦ NA/UBS: ἑαυτῶν
RP: ἀπάντησιν ♦ NA/UBS: ὑπάντησιν
Mt25:1“Then the Kingdom of Heaven will be like ten virgins, who took their lamps, and went out to meet the bridegroom.
Mt25:2Πέντε δὲ { ἦσαν ἐξ αὐτῶν ♦ ἐξ αὐτῶν ἦσαν } { φρόνιμοι, καὶ αἱ πέντε μωραί ♦ μωραὶ καὶ πέντε φρόνιμοι }.
———
RP: ἦσαν ἐξ αὐτῶν ♦ NA/UBS: ἐξ αὐτῶν ἦσαν
RP: φρόνιμοι, καὶ αἱ πέντε μωραί ♦ NA/UBS: μωραὶ καὶ πέντε φρόνιμοι
Mt25:2Five of them were foolish, and five were wise prudent.
Mt25:3{ Αἵτινες ♦ Αἱ γὰρ } μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·
———
RP: Αἵτινες ♦ NA/UBS: Αἱ γὰρ
Mt25:3Those who were For the foolish, when they took their lamps, took no did not take oil with them,
Mt25:4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς { ἀγγείοις αὐτῶν ♦ ἀγγείοις } μετὰ τῶν { λαμπάδων αὐτῶν ♦ λαμπάδων ἑαυτῶν }.
———
RP: ἀγγείοις αὐτῶν ♦ NA/UBS: ἀγγείοις
RP: λαμπάδων αὐτῶν ♦ NA/UBS: λαμπάδων ἑαυτῶν
Mt25:4but the wise prudent took oil in their vessels with their lamps.
Mt25:5Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.Mt25:5Now while the bridegroom delayed, they all slumbered and slept.
Mt25:6Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος { ἔρχεται ♦ - }, ἐξέρχεσθε εἰς ἀπάντησιν { αὐτοῦ ♦ [αὐτοῦ] }.
———
RP: ἔρχεται ♦ NA/UBS: —
RP: αὐτοῦ ♦ NA/UBS: [αὐτοῦ]
Mt25:6But at midnight there was a cry, ‘Behold! The bridegroom is coming! Come out to meet him!’
Mt25:7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας { αὐτῶν ♦ ἑαυτῶν }.
———
RP: αὐτῶν ♦ NA/UBS: ἑαυτῶν
Mt25:7Then all those virgins arose, and trimmed their lamps.
Mt25:8Αἱ δὲ μωραὶ ταῖς φρονίμοις { εἶπον ♦ εἶπαν }, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
———
RP: εἶπον ♦ NA/UBS: εἶπαν
Mt25:8The foolish said to the wise prudent, ‘Give us some of your oil, for our lamps are going out.’
Mt25:9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε { οὐκ ♦ οὐ μὴ } ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε { δὲ μᾶλλον ♦ μᾶλλον } πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
———
RP: οὐκ ♦ NA/UBS: οὐ μὴ
RP: δὲ μᾶλλον ♦ NA/UBS: μᾶλλον
Mt25:9But the wise prudent answered, saying, ‘What if there isn’t enough for us and you? You go rather to those who sell, and buy for yourselves.’

I Don't Know You

Mt25:10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.Lk13:25Ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, { Κύριε, κύριε ♦ Κύριε }, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·
———
RP: Κύριε, κύριε ♦ NA/UBS: Κύριε
Mt25:10While they went away to buy, the bridegroom came, and those who were ready went in with him to the marriage feast, and the door was shut.Lk13:25When once the master of the house has risen up, and has shut the door, and you begin to stand outside, and to knock at the door, saying, ‘Lord, Lord, open to us!’ then he will answer and tell you, ‘I don’t know you or where you come from.’
Mt25:11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, κύριε, ἄνοιξον ἡμῖν.Mt25:11Afterward the other virgins also came, saying, ‘Lord, Lord, open to up for us.’
Mt25:12Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.Mt25:12But he answered, ‘Most certainly I tell you, I don’t know you.’

You Don't Know the Hour or the Day

Mt25:13Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, { ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται ♦ - }.
———
RP: ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται ♦ NA/UBS: —
Mt25:13Watch therefore, for you don’t know the day nor the hour in which the Son of Man is coming.

The Talents and Minas

Lk19:11¶Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς { αὐτὸν εἶναι Ἱερουσαλήμ ♦ εἶναι Ἰερουσαλὴμ αὐτὸν }, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
———
RP: αὐτὸν εἶναι Ἱερουσαλήμ ♦ NA/UBS: εἶναι Ἰερουσαλὴμ αὐτὸν
Lk19:11¶As they heard these things, he went on and told a parable, because he was near Jerusalem, and they supposed that the Kingdom of God would be revealed immediately.
Mt25:14¶Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ·Lk19:12Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.Mt25:14“For it is like a man, going into another country, who called his own servants, and entrusted his goods to them.Lk19:12He said therefore, “A certain nobleman went into a far country distant land to receive for himself a kingdom, and to return.
Mt25:15καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως.Lk19:13Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασθε { ἕως ♦ ἐν ᾧ } ἔρχομαι.
———
RP: ἕως ♦ NA/UBS: ἐν ᾧ
Mt25:15To one he gave five talents, to another two, to another one; to each according to his own ability. Then he went on his journey.Lk19:13He called ten of his servants of his, and gave them ten mina coins, and told them, ‘Conduct business until I come.’
Lk19:14Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς.Lk19:14But his citizens hated him, and sent an envoy after him, saying, ‘We don’t want this man to reign over us.’
Mt25:16Πορευθεὶς { δὲ ♦ - } ὁ τὰ πέντε τάλαντα λαβὼν { εἰργάσατο ♦ ἠργάσατο } ἐν αὐτοῖς, καὶ { ἐποίησεν ἄλλα πέντε τάλαντα ♦ ἐκέρδησεν ἄλλα πέντε }.
———
RP: δὲ ♦ NA/UBS: —
RP: εἰργάσατο ♦ NA/UBS: ἠργάσατο
RP: ἐποίησεν ἄλλα πέντε τάλαντα ♦ NA/UBS: ἐκέρδησεν ἄλλα πέντε
Mt25:16Immediately he who received the five talents went and traded with them, and made another five talents.
Mt25:17Ὡσαύτως { καὶ ὁ ♦ ὁ } τὰ δύο ἐκέρδησεν { καὶ αὐτὸς ♦ - } ἄλλα δύο.
———
RP: καὶ ὁ ♦ NA/UBS: ὁ
RP: καὶ αὐτὸς ♦ NA/UBS: —
Mt25:17In the same way, he also who got the two gained another two.
Mt25:18Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν { ἐν τῇ γῇ, καὶ ἀπέκρυψεν ♦ γῆν καὶ ἔκρυψεν } τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
———
RP: ἐν τῇ γῇ, καὶ ἀπέκρυψεν ♦ NA/UBS: γῆν καὶ ἔκρυψεν
Mt25:18But he who received the one went away and dug in the earth, and hid his lord’s money.
Mt25:19Μετὰ δὲ { χρόνον πολὺν ♦ πολὺν χρόνον } ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει { μετ’ αὐτῶν λόγον ♦ λόγον μετ’ αὐτῶν }.
———
RP: χρόνον πολὺν ♦ NA/UBS: πολὺν χρόνον
RP: μετ’ αὐτῶν λόγον ♦ NA/UBS: λόγον μετ’ αὐτῶν
Lk19:15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς { ἔδωκεν ♦ δεδώκει } τὸ ἀργύριον, ἵνα { γνῷ τίς τί διεπραγματεύσατο ♦ γνοῖ τί διεπραγματεύσαντο }.
———
RP: ἔδωκεν ♦ NA/UBS: δεδώκει
RP: γνῷ τίς τί διεπραγματεύσατο ♦ NA/UBS: γνοῖ τί διεπραγματεύσαντο
Mt25:19“Now after a long time the lord of those servants came, and reconciled accounts with them.Lk19:15“It happened when he had come back again, having received the kingdom, that he commanded these servants, to whom he had given the money, to be called to him, that he might know what they had gained by conducting business.
Mt25:20Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα { ἐπ’ αὐτοῖς ♦ - }.
———
RP: ἐπ’ αὐτοῖς ♦ NA/UBS: —
Lk19:16Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου { προσειργάσατο δέκα ♦ δέκα προσηργάσατο } μνᾶς.
———
RP: προσειργάσατο δέκα ♦ NA/UBS: δέκα προσηργάσατο
Mt25:20He who received the five talents came and brought another five talents, saying, ‘Lord, you delivered to me five talents. Behold, I have gained another five talents besides them.’Lk19:16The first came before him, saying, ‘Lord, your mina has made ten more minas.’
Mt25:21Ἔφη { δὲ ♦ - } αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
———
RP: δὲ ♦ NA/UBS: —
Lk19:17Καὶ εἶπεν αὐτῷ, { Εὖ ♦ Εὖγε }, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
———
RP: Εὖ ♦ NA/UBS: Εὖγε
Mt25:21“His lord said to him, ‘Well done, good and faithful servant. You have been faithful over a few things, I will set you over many things. Enter into the joy of your lord.’Lk19:17“He said to him, ‘Well done, you good servant! Because you were found faithful with very little, you shall have authority over ten cities.’
Mt25:22Προσελθὼν { δὲ ♦ [δὲ] } καὶ ὁ τὰ δύο τάλαντα { λαβὼν ♦ - } εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα { ἐπ’ αὐτοῖς ♦ - }.
———
RP: δὲ ♦ NA/UBS: [δὲ]
RP: λαβὼν ♦ NA/UBS: —
RP: ἐπ’ αὐτοῖς ♦ NA/UBS: —
Lk19:18Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, { Κύριε, ἡ μνᾶ σου ♦ Ἡ μνᾶ σου κύριε } ἐποίησεν πέντε μνᾶς.
———
RP: Κύριε, ἡ μνᾶ σου ♦ NA/UBS: Ἡ μνᾶ σου κύριε
Mt25:22“He also who got the two talents came and said, ‘Lord, you delivered to me two talents. Behold, I have gained another two talents besides them.’Lk19:18“The second came, saying, ‘Your mina, Lord, has made five minas.’
Mt25:23Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.Lk19:19Εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ { γίνου ἐπάνω ♦ ἐπάνω γίνου } πέντε πόλεων.
———
RP: γίνου ἐπάνω ♦ NA/UBS: ἐπάνω γίνου
Mt25:23“His lord said to him, ‘Well done, good and faithful servant. You have been faithful over a few things, I will set you over many things. Enter into the joy of your lord.’Lk19:19“So he said to him, ‘And you are to be over five cities.’
Mt25:24Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·Lk19:20Καὶ { ἕτερος ♦ ὁ ἕτερος } ἦλθεν, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
———
RP: ἕτερος ♦ NA/UBS: ὁ ἕτερος
Mt25:24“He also who had received the one talent came and said, ‘Lord, I knew you that you are a hard man, reaping where you did not sow, and gathering where you did not scatter.Lk19:20Another came, saying, ‘Lord, behold, here is your mina, which I kept laid away in a handkerchief,
Mt25:25καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.Lk19:21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.Mt25:25I was afraid, and went away and hid your talent in the earth. Behold, you have what is yours.’Lk19:21for I feared you, because you are an exacting austere man. You take up that which you didn’t lay down, and reap that which you didn’t sow.’[a]
———
a Perhaps this is an expression akin to you don't suffer fools gladly?
Mt25:26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα·Lk19:22Λέγει { δὲ ♦ - } αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
———
RP: δὲ ♦ NA/UBS: —
Mt25:26“But his lord answered him, ‘You wicked and slothful servant. You knew that I reap where I didn’t sow, and gather where I didn’t scatter.Lk19:22“He said to him, ‘Out of your own mouth[a] will I judge you, you wicked worthless servant![b] You knew that I am an exacting austere man, taking up that which I didn’t lay down, and reaping that which I didn’t sow.
———
a Meaning, by your (own) words.
b (I.e., you foolish servant! If you knew I don't suffer fools gladly....)
Mt25:27ἔδει { οὖν σε ♦ σε οὖν } βαλεῖν { τὸ ἀργύριόν ♦ τὰ ἀργύριά } μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
———
RP: οὖν σε ♦ NA/UBS: σε οὖν
RP: τὸ ἀργύριόν ♦ NA/UBS: τὰ ἀργύριά
Lk19:23καὶ διὰ τί οὐκ ἔδωκας { τὸ ἀργύριόν μου ♦ μου τὸ ἀργύριον } ἐπὶ τράπεζαν, { καὶ ἐγὼ ♦ κἀγὼ } ἐλθὼν σὺν τόκῳ ἂν { ἔπραξα αὐτό ♦ αὐτὸ ἔπραξα };
———
RP: τὸ ἀργύριόν μου ♦ NA/UBS: μου τὸ ἀργύριον
RP: καὶ ἐγὼ ♦ NA/UBS: κἀγὼ
RP: ἔπραξα αὐτό ♦ NA/UBS: αὐτὸ ἔπραξα
Mt25:27You ought therefore to have deposited my money with the bankers, and at my coming I should have received back my own with interest.Lk19:23Then why didn’t you deposit my money in the bank with the money changers[a], and at my coming, I might have earned interest on it?’
———
a Lit., give my piece of silver upon the [money-changers'] table.
Mt25:28Ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.Lk19:24Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.Mt25:28Take away therefore the talent from him, and give it to him who has the ten talents.Lk19:24He said to those who stood by, ‘Take the mina away from him, and give it to him who has the one having the ten minas.’
Lk19:25Καὶ { εἶπον ♦ εἶπαν } αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.
———
RP: εἶπον ♦ NA/UBS: εἶπαν
Lk19:25“They said to him, ‘Lord, he has ten minas...?!’
Mt25:29Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· { ἀπὸ δὲ τοῦ ♦ τοῦ δὲ } μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ.
———
RP: ἀπὸ δὲ τοῦ ♦ NA/UBS: τοῦ δὲ
Lk19:26Λέγω { γὰρ ♦ - } ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται { ἀπ’ αὐτοῦ ♦ - }.
———
RP: γὰρ ♦ NA/UBS: —
RP: ἀπ’ αὐτοῦ ♦ NA/UBS: —
Mt25:29For to everyone who has will be given, and he will have abundance, but from him who doesn’t have, even that which he has will be taken away.Lk19:26‘For I tell you that to everyone who has, will more be given; but from him who doesn’t have, even that which he has will be taken away from him.
Mt25:30Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.Lk19:27Πλὴν τοὺς ἐχθρούς μου { ἐκείνους ♦ τούτους }, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε { ἔμπροσθέν ♦ αὐτοὺς ἔμπροσθέν } μου.
———
RP: ἐκείνους ♦ NA/UBS: τούτους
RP: ἔμπροσθέν ♦ NA/UBS: αὐτοὺς ἔμπροσθέν
Mt25:30Throw out the unprofitable servant into the outer darkness, where there will be weeping and gnashing of teeth.’Lk19:27But bring those enemies of mine who didn’t want me to reign over them here, and kill them before me.’”

As a Shepherd Separates the Sheep from the Goats

Mt25:31¶Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ { ἅγιοι ♦ - } ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
———
RP: ἅγιοι ♦ NA/UBS: —
Mt25:31“But when the Son of Man comes in his glory, and all the holy angels with him, then he will sit on the throne of his glory.
Mt25:32καὶ { συναχθήσεται ♦ συναχθήσονται } ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ { ἀφοριεῖ ♦ ἀφορίσει } αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων·
———
RP: συναχθήσεται ♦ NA/UBS: συναχθήσονται
RP: ἀφοριεῖ ♦ NA/UBS: ἀφορίσει
Mt25:32Before him all the nations will be gathered, and he will separate them one from another, as a shepherd separates the sheep from the goats.
Mt25:33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.Mt25:33He will set the sheep on his right hand, but the goats on the left.

To Those on the Right

Mt25:34Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.Mt25:34Then the King will tell those on his right hand, ‘Come, blessed of my Father, inherit the Kingdom prepared for you from the foundation of the world;
Mt25:35Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με·Mt25:35for I was hungry, and you gave me food to eat. I was thirsty, and you gave me drink. I was a stranger, and you took me in.
Mt25:36γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ { ἤλθετε ♦ ἤλθατε } πρός με.
———
RP: ἤλθετε ♦ NA/UBS: ἤλθατε
Mt25:36I was naked, and you clothed me. I was sick, and you visited me. I was in prison, and you came to me.’
Mt25:37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; Ἢ διψῶντα, καὶ ἐποτίσαμεν;Mt25:37“Then the righteous will answer him, saying, ‘Lord, when did we see you hungry, and feed you; or thirsty, and give you a drink?
Mt25:38Πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; Ἢ γυμνόν, καὶ περιεβάλομεν;Mt25:38When did we see you as a stranger, and take you in; or naked, and clothe you?
Mt25:39Πότε δέ σε εἴδομεν { ἀσθενῆ ♦ ἀσθενοῦντα }, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;
———
RP: ἀσθενῆ ♦ NA/UBS: ἀσθενοῦντα
Mt25:39When did we see you sick, or in prison, and come to you?’
Mt25:40Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.Mt25:40“The King will answer them, ‘Most certainly I tell you, inasmuch as you did it to one of the least of these my brothers, you did it to me.’

To Those on the Left

Mt25:41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ’ ἐμοῦ, { οἱ ♦ [οἱ] } κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
———
RP: οἱ ♦ NA/UBS: [οἱ]
Mt25:41Then he will say also to those on the left hand, ‘Depart from me, you cursed, into the perpetualeternal fire which is prepared for the slandererdevil and his angels;
Mt25:42Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·Mt25:42for I was hungry, and you didn’t give me food to eat; I was thirsty, and you gave me no drink;
Mt25:43ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.Mt25:43I was a stranger, and you didn’t take me in; naked, and you didn’t clothe me; sick, and in prison, and you didn’t visit me.’
Mt25:44Τότε ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;Mt25:44“Then they will also answer, saying, ‘Lord, when did we see you hungry, or thirsty, or a stranger, or naked, or sick, or in prison, and didn’t helpserveᵃ you?’
———
a διηκονησαμεν: to serve, also translated as "minister" in noun of Matthew 20:26 and to serve in 20:28.
Mt25:45Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.Mt25:45“Then he will answer them, saying, ‘Most certainly I tell you, inasmuch as you didn’t do it to one of the least of these, you didn’t do it to me.’
Mt25:46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.Mt25:46These will go away into indefinite chastisementeternal punishment, but the righteous into eternal lifeaeonian life.”
« Ch 24» Ch 26

Copyright 2007-2017 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Sunday, 28-May-2017 10:46:47 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

OPTIONS

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %