www.katabiblon.com

According to Mark 5

ΚΑΤΑ ΜΑΡΚΟΝ

Robinson-Pierpont 2005Wiki English Translation‎ / World English Bible
MarkMatthewLuke MarkMatthewLuke

Gerasenes/Gadarenes

Mk5:1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν { Γαδαρηνῶν ♦ Γερασηνῶν }.
———
RP: Γαδαρηνῶν ♦ NA/UBS: Γερασηνῶν
Mt8:28¶Καὶ { ἐλθόντι αὐτῷ ♦ ἐλθόντος αὐτοῦ } εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν { Γεργεσηνῶν ♦ Γαδαρηνῶν }, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης·
———
RP: ἐλθόντι αὐτῷ ♦ NA/UBS: ἐλθόντος αὐτοῦ
RP: Γεργεσηνῶν ♦ NA/UBS: Γαδαρηνῶν
Lk8:26¶Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν { Γαδαρηνῶν ♦ Γερασηνῶν }, ἥτις ἐστὶν { ἀντιπέραν ♦ ἀντιπέρα } τῆς Γαλιλαίας.
———
RP: Γαδαρηνῶν ♦ NA/UBS: Γερασηνῶν
RP: ἀντιπέραν ♦ NA/UBS: ἀντιπέρα
Mk5:1¶They came to the other side of the sea, into the country of the Gadarenes.Mt8:28¶When he came to the other side, into the country of the Gergesenes, two people possessed by demons met him there, coming out of the tombs, exceedingly fierce, so that nobody could pass that way.Lk8:26They arrived at the country of the Gadarenes, which is opposite Galilee.
Mk5:2Καὶ { ἐξελθόντι αὐτῷ ♦ ἐξελθόντος αὐτοῦ } ἐκ τοῦ πλοίου, { εὐθέως ἀπήντησεν ♦ εὐθὺς ὑπήντησεν } αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
———
RP: ἐξελθόντι αὐτῷ ♦ NA/UBS: ἐξελθόντος αὐτοῦ
RP: εὐθέως ἀπήντησεν ♦ NA/UBS: εὐθὺς ὑπήντησεν
Lk8:27Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν { αὐτῷ ἀνήρ ♦ ἀνήρ } τις ἐκ τῆς πόλεως, { ὃς εἶχεν ♦ ἔχων } δαιμόνια { ἐκ χρόνων ἱκανῶν, καὶ ♦ καὶ χρόνῳ ἱκανῷ } { ἱμάτιον οὐκ ἐνεδιδύσκετο ♦ οὐκ ἐνεδύσατο ἱμάτιον }, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν.
———
RP: αὐτῷ ἀνήρ ♦ NA/UBS: ἀνήρ
RP: ὃς εἶχεν ♦ NA/UBS: ἔχων
RP: ἐκ χρόνων ἱκανῶν, καὶ ♦ NA/UBS: καὶ χρόνῳ ἱκανῷ
RP: ἱμάτιον οὐκ ἐνεδιδύσκετο ♦ NA/UBS: οὐκ ἐνεδύσατο ἱμάτιον
Mk5:2When he had come out of the boat, immediately a man with an unclean spirit met him out of the tombs.Lk8:27¶When Jesus stepped ashore, a certain man out of from the city who had demons met him, and (who) for as long time as anyone could remember[a] met him. He wore no clothes, and didn’t live in a house, but in among the tombs.
———
a Gk. καὶ χρόνῳ ἱκανῷ, and (who) for a considerable or inordinate (amount of) time.
Mk5:3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ { οὔτε ἁλύσεσιν ♦ οὐδὲ ἁλύσει οὐκέτι } οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,
———
RP: οὔτε ἁλύσεσιν ♦ NA/UBS: οὐδὲ ἁλύσει οὐκέτι
Mk5:3He lived in the tombs. Nobody could bind him any more, not even with chains,
Mk5:4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς { αὐτὸν ἴσχυεν ♦ ἴσχυεν αὐτὸν } δαμάσαι·
———
RP: αὐτὸν ἴσχυεν ♦ NA/UBS: ἴσχυεν αὐτὸν
Mk5:4because he had been often bound with fetters and chains, and the chains had been torn apart by him, and the fetters broken in pieces. Nobody had the strength to tame him.
Mk5:5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς { ὄρεσιν καὶ ♦ μνήμασιν καὶ } ἐν τοῖς { μνήμασιν ἦν ♦ ὄρεσιν ἦν } κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
———
RP: ὄρεσιν καὶ ♦ NA/UBS: μνήμασιν καὶ
RP: μνήμασιν ἦν ♦ NA/UBS: ὄρεσιν ἦν
Mk5:5Always, night and day, in the tombs and in the mountains, he was crying out, and cutting himself with stones.

What Have You to Do With Me?

Mk5:6{ Ἰδὼν δὲ ♦ Καὶ ἰδὼν } τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,
———
RP: Ἰδὼν δὲ ♦ NA/UBS: Καὶ ἰδὼν
Mt8:29καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, { Ἰησοῦ ♦ - } υἱὲ τοῦ θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
———
RP: Ἰησοῦ ♦ NA/UBS: —
Lk8:28Ἰδὼν δὲ τὸν Ἰησοῦν, { καὶ ἀνακράξας ♦ ἀνακράξας }, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.
———
RP: καὶ ἀνακράξας ♦ NA/UBS: ἀνακράξας
Mk5:6When he saw Jesus from afar, he ran and bowed down to him,Mt8:29Behold, they cried out, saying, “What do we have to do with you, Jesus, Son of God? Have you come here to torment us before the time?”Lk8:28When he saw Jesus, he cried out, and fell down before him, and with a loud voice said, “What do I have to do with you, Jesus, you Son of the Most High God? I beg you, don’t torment me!”
Mk5:7καὶ κράξας φωνῇ μεγάλῃ { εἶπεν ♦ λέγει }, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
———
RP: εἶπεν ♦ NA/UBS: λέγει
Mk5:7and crying out with a loud voice, he said, “What have I to do with you, Jesus, you Son of the Most High God? I adjure you by God, don’t torment me.”

Legion

Mk5:8Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.Lk8:29Παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ { ἐδεσμεῖτο ♦ ἐδεσμεύετο } ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ { δαίμονος ♦ δαιμονίου } εἰς τὰς ἐρήμους.
———
RP: ἐδεσμεῖτο ♦ NA/UBS: ἐδεσμεύετο
RP: δαίμονος ♦ NA/UBS: δαιμονίου
Mk5:8For he said to him, “Come out of the man, you unclean spirit!”Lk8:29For Jesus was commanding the unclean spirit to come out of the man. For the unclean spirit had often seized the man. He was kept under guard, and bound with chains and fetters. Breaking the bands apart, he was driven by the demon into the desert.
Mk5:9Καὶ ἐπηρώτα αὐτόν, Τί { σοι ὄνομα ♦ ὄνομά σοι }; Καὶ { ἀπεκρίθη, λέγων ♦ λέγει αὐτῷ }, { Λεγεὼν ♦ λεγιὼν } ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
———
RP: σοι ὄνομα ♦ NA/UBS: ὄνομά σοι
RP: ἀπεκρίθη, λέγων ♦ NA/UBS: λέγει αὐτῷ
RP: Λεγεὼν ♦ NA/UBS: Λεγιὼν λεγιὼν
Lk8:30Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, { λέγων ♦ - }, Τί σοι { ἐστὶν ὄνομα ♦ ὄνομά ἐστιν }; Ὁ δὲ εἶπεν, { Λεγεών ♦ λεγιών }· ὅτι { δαιμόνια πολλὰ εἰσῆλθεν ♦ εἰσῆλθεν δαιμόνια πολλὰ } εἰς αὐτόν.
———
RP: λέγων ♦ NA/UBS: —
RP: ἐστὶν ὄνομα ♦ NA/UBS: ὄνομά ἐστιν
RP: Λεγεών ♦ NA/UBS: Λεγιών λεγιών
RP: δαιμόνια πολλὰ εἰσῆλθεν ♦ NA/UBS: εἰσῆλθεν δαιμόνια πολλὰ
Mk5:9¶He asked him, “What is your name?”
¶He said to him, “My name is Legion, for we are many.”
Lk8:30¶Jesus asked him, “What is your name?”
¶He said, “Legion,” for many demons had entered into him.
Mk5:10Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ { αὐτοὺς ♦ αὐτὰ } ἀποστείλῃ ἔξω τῆς χώρας.
———
RP: αὐτοὺς ♦ NA/UBS: αὐτὰ
Lk8:31Καὶ { παρεκάλει ♦ παρεκάλουν } αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
———
RP: παρεκάλει ♦ NA/UBS: παρεκάλουν
Mk5:10He begged him much that he would not send them away out of the country.Lk8:31They begged him that he would not command them to go into the abyss (a).
———
a The Abyss is a static place. The demons did not want to go where they would be unable to progress in their perfidities.

Herd of Pigs

Mk5:11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·Mt8:30Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.Lk8:32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν { βοσκομένων ♦ βοσκομένη } ἐν τῷ ὄρει· καὶ { παρεκάλουν ♦ παρεκάλεσαν } αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.
———
RP: βοσκομένων ♦ NA/UBS: βοσκομένη
RP: παρεκάλουν ♦ NA/UBS: παρεκάλεσαν
Mk5:11Now on the mountainside there was a great herd of pigs feeding.Mt8:30Now there was a herd of many pigs feeding far away from them.Lk8:32Now there was there a herd of many a considerable (number of) pigs[a] feeding on the mountain, and they begged him that he would allow them to enter into those. He allowed them.
———
a Gk. ἀγέλη χοίρων ἱκανῶν. Cf. Mt. 8:30: ἀγέλη χοίρων πολλῶν, a herd of many pigs; and Mk. 5:11: ἀγέλη χοίρων μεγάλη, a great herd of pigs.
Mk5:12καὶ παρεκάλεσαν αὐτὸν { πάντες οἱ δαίμονες ♦ - }, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
———
RP: πάντες οἱ δαίμονες ♦ NA/UBS: —
Mt8:31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, { ἐπίτρεψον ἡμῖν ἀπελθεῖν ♦ ἀπόστειλον ἡμᾶς } εἰς τὴν ἀγέλην τῶν χοίρων.
———
RP: ἐπίτρεψον ἡμῖν ἀπελθεῖν ♦ NA/UBS: ἀπόστειλον ἡμᾶς
Mk5:12All the demons begged him, saying, “Send us into the pigs, that we may enter into them.”Mt8:31The demons begged him, saying, “If you cast us out, permit us to go away into the herd of pigs.”
Mk5:13Καὶ ἐπέτρεψεν αὐτοῖς { εὐθέως ὁ Ἰησοῦς ♦ - }. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· { ἦσαν δὲ ♦ - } ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
———
RP: εὐθέως ὁ Ἰησοῦς ♦ NA/UBS: —
RP: ἦσαν δὲ ♦ NA/UBS: —
Mt8:32Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς { τὴν ἀγέλην τῶν χοίρων ♦ τοὺς χοίρους }· καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη { τῶν χοίρων κατὰ ♦ κατὰ } τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
———
RP: τὴν ἀγέλην τῶν χοίρων ♦ NA/UBS: τοὺς χοίρους
RP: τῶν χοίρων κατὰ ♦ NA/UBS: κατὰ
Lk8:33Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.Mk5:13¶At once Jesus gave them permission. The unclean spirits came out and entered into the pigs. The herd of about two thousand rushed down the steep bank into the sea, and they were drowned in the sea.Mt8:32¶He said to them, “Go!”
¶They came out, and went into the herd of pigs: and behold, the whole herd of pigs rushed down the cliff into the sea, and died in the water.
Lk8:33The demons came out from the man, and entered into the pigs, and the herd rushed down the steep bank into the lake, and were drowned.

Begging Him to Leave

Mk5:14{ Οἱ δὲ ♦ Καὶ οἱ } βόσκοντες { τοὺς χοίρους ♦ αὐτοὺς } ἔφυγον, καὶ { ἀνήγγειλαν ♦ ἀπήγγειλαν } εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ { ἐξῆλθον ♦ ἦλθον } ἰδεῖν τί ἐστιν τὸ γεγονός·
———
RP: Οἱ δὲ ♦ NA/UBS: Καὶ οἱ
RP: τοὺς χοίρους ♦ NA/UBS: αὐτοὺς
RP: ἀνήγγειλαν ♦ NA/UBS: ἀπήγγειλαν
RP: ἐξῆλθον ♦ NA/UBS: ἦλθον
Mt8:33Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων.Lk8:34Ἰδόντες δὲ οἱ βόσκοντες τὸ { γεγενημένον ♦ γεγονὸς } ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
———
RP: γεγενημένον ♦ NA/UBS: γεγονὸς
Mk5:14Those who fed them fled, and told it in the city and in the country.
¶The people came to see what it was that had happened.
Mt8:33Those who fed them fled, and went away into the city, and told everything, including what happened to those who were possessed with demons.Lk8:34When those who fed them saw what had happened, they fled, and told it in the city and in the country.
Mk5:15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον { καθήμενον καὶ ἱματισμένον ♦ καθήμενον ἱματισμένον } καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν { Λεγεῶνα ♦ λεγιῶνα }· καὶ ἐφοβήθησαν.
———
RP: καθήμενον καὶ ἱματισμένον ♦ NA/UBS: καθήμενον ἱματισμένον
RP: Λεγεῶνα ♦ NA/UBS: Λεγιῶνα λεγιῶνα
Mt8:34Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς { συνάντησιν ♦ ὑπάντησιν } τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
———
RP: συνάντησιν ♦ NA/UBS: ὑπάντησιν
Lk8:35Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια { ἐξεληλύθει ♦ ἐξῆλθεν }, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.
———
RP: ἐξεληλύθει ♦ NA/UBS: ἐξῆλθεν
Mk5:15They came to Jesus, and saw him who had been possessed by demons sitting, clothed, and in his right mind, even him who had the legion; and they were afraid.Mt8:34Behold, all the city came out to meet Jesus. When they saw him, they begged that he would depart from their borders.Lk8:35¶People went out to see what had happened. They came to Jesus, and found the man from whom the demons had gone out, sitting at Jesus’ feet, clothed and in his right mind; and they were afraid.
Mk5:16{ Διηγήσαντο δὲ ♦ Καὶ διηγήσαντο } αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.
———
RP: Διηγήσαντο δὲ ♦ NA/UBS: Καὶ διηγήσαντο
Lk8:36Ἀπήγγειλαν δὲ αὐτοῖς { καὶ ♦ - } οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
———
RP: καὶ ♦ NA/UBS: —
Mk5:16Those who saw it declared recounted to them how it happened to him the one who was possessed by demons, and about the pigs.Lk8:36Those who saw it told them how he who had been possessed by demons was healed.
Mk5:17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.Lk8:37Καὶ { ἠρώτησαν ♦ ἠρώτησεν } αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν { Γαδαρηνῶν ♦ Γερασηνῶν } ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς { τὸ πλοῖον ♦ πλοῖον } ὑπέστρεψεν.
———
RP: ἠρώτησαν ♦ NA/UBS: ἠρώτησεν
RP: Γαδαρηνῶν ♦ NA/UBS: Γερασηνῶν
RP: τὸ πλοῖον ♦ NA/UBS: πλοῖον
Mk5:17They began to beg him to depart from their region.Lk8:37All the people of the surrounding country of the Gadarenes asked him to depart from them, for they were very much afraid. He entered into the boat, and returned.

Tell How Much the Lord Has Done For You

Mk5:18Καὶ { ἐμβάντος ♦ ἐμβαίνοντος } αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα { ᾖ μετ’ αὐτοῦ ♦ μετ’ αὐτοῦ ᾖ }.
———
RP: ἐμβάντος ♦ NA/UBS: ἐμβαίνοντος
RP: ᾖ μετ’ αὐτοῦ ♦ NA/UBS: μετ’ αὐτοῦ ᾖ
Lk8:38{ Ἐδέετο ♦ Ἐδεῖτο } δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν { ὁ Ἰησοῦς ♦ - } λέγων,
———
RP: Ἐδέετο ♦ NA/UBS: Ἐδεῖτο
RP: ὁ Ἰησοῦς ♦ NA/UBS: —
Mk5:18¶As he was entering into the boat, he who had been possessed by demons begged him that he might be with him.Lk8:38But the man from whom the demons had gone out begged him that he might go with him, but Jesus sent him away, saying,
Mk5:19{ Ὁ δὲ Ἰησοῦς ♦ Καὶ } οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ { ἀνάγγειλον ♦ ἀπάγγειλον } αὐτοῖς ὅσα { σοι ὁ κύριος ♦ ὁ κύριός σοι } πεποίηκεν, καὶ ἠλέησέν σε.
———
RP: Ὁ δὲ Ἰησοῦς ♦ NA/UBS: Καὶ
RP: ἀνάγγειλον ♦ NA/UBS: ἀπάγγειλον
RP: σοι ὁ κύριος ♦ NA/UBS: ὁ κύριός σοι
Lk8:39Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα { ἐποίησέν σοι ♦ σοι ἐποίησεν } ὁ θεός. Καὶ ἀπῆλθεν, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
———
RP: ἐποίησέν σοι ♦ NA/UBS: σοι ἐποίησεν
Mk5:19He didn’t allow him, but said to him, “Go to your house, to your friends, and tell them what great things the Lord has done for you, and how he had mercy on you.”Lk8:39“Return to your house, and declare recount what great things God has done for you.” He went his way, proclaiming throughout the whole city what great things Jesus had done for him.
Mk5:20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.Mk5:20¶He went his way, and began to proclaim in Decapolis how Jesus had done great things for him, and everyone marveled.

Jairus' Daughter

Mk5:21¶Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ { ἐν τῷ πλοίῳ ♦ [ἐν τῷ πλοίῳ] } πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
———
RP: ἐν τῷ πλοίῳ ♦ NA/UBS: [ἐν τῷ πλοίῳ]
Lk8:40¶{ Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι ♦ Ἐν δὲ τῷ ὑποστρέφειν } τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
———
RP: Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι ♦ NA/UBS: Ἐν δὲ τῷ ὑποστρέφειν
Mk5:21¶When Jesus had crossed back over in the boat to the other side, a great multitude was gathered to him; and he was by the sea.Lk8:40¶It happened, when Jesus returned, that the multitude welcomed him, for they were all waiting for him.
Mk5:22Καὶ { ἰδού ♦ - }, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι { Ἰάειρος ♦ Ἰάϊρος }, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,
———
RP: ἰδού ♦ NA/UBS: —
RP: Ἰάειρος ♦ NA/UBS: Ἰάϊρος
Mt9:18¶Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται.Lk8:41Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα { Ἰάειρος, καὶ αὐτὸς ♦ Ἰάϊρος καὶ οὗτος } ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας { τοῦ ♦ [τοῦ] } Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·
———
RP: Ἰάειρος, καὶ αὐτὸς ♦ NA/UBS: Ἰάϊρος καὶ οὗτος
RP: τοῦ ♦ NA/UBS: [τοῦ]
Mk5:22Behold, one of the rulers of the synagogue, Jairus by name, came; and seeing him, he fell at his feet,Mt9:18¶While he told these things to them, behold, a ruler came and worshiped him, saying, “My daughter has just died, but come and lay your hand on her, and she will live.”Lk8:41Behold, there came a man named Jairus, and he was a ruler of the synagogue. He fell down at Jesus’ feet, and begged him to come into his house,
Mk5:23καὶ { παρεκάλει ♦ παρακαλεῖ } αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς { αὐτῇ τὰς χεῖρας, ὅπως ♦ τὰς χεῖρας αὐτῇ ἵνα } σωθῇ καὶ { ζήσεται ♦ ζήσῃ }.
———
RP: παρεκάλει ♦ NA/UBS: παρακαλεῖ
RP: αὐτῇ τὰς χεῖρας, ὅπως ♦ NA/UBS: τὰς χεῖρας αὐτῇ ἵνα
RP: ζήσεται ♦ NA/UBS: ζήσῃ
Lk8:42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ { αὕτη ♦ αὐτὴ } ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
———
RP: αὕτη ♦ NA/UBS: αὐτὴ
Mk5:23and begged him much, saying, “My little daughter is at the point of death. Please come and lay your hands on her, that she may be made healthy, and live.”Lk8:42for he had an only born-in-kind daughter she was to him, about twelve years of age, and she was dying. But as he went, the multitudes pressed against him.
Mk5:24Καὶ ἀπῆλθεν μετ’ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.Mt9:19Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.Mk5:24¶He went with him, and a great multitude followed him, and they pressed upon him on all sides.Mt9:19¶Jesus got up and followed him, as did his disciples.

Jesus Heals a Woman With a Discharge of Blood

Mk5:25¶Καὶ γυνή { τις ♦ - } οὖσα ἐν ῥύσει αἵματος { ἔτη δώδεκα ♦ δώδεκα ἔτη },
———
RP: τις ♦ NA/UBS: —
RP: ἔτη δώδεκα ♦ NA/UBS: δώδεκα ἔτη
Mt9:20Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.Lk8:43¶Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις { ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον ♦ [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον] } οὐκ ἴσχυσεν { ὑπ’ ♦ ἀπ’ } οὐδενὸς θεραπευθῆναι,
———
RP: ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον ♦ NA/UBS: [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον]
RP: ὑπ’ ♦ NA/UBS: ἀπ’
Mk5:25A certain woman, who had an issue of blood[a] for twelve years,[b]
———
a Gk. οὖσα ἐν ῥύσει αἵματος.
b The woman would have been a social outcast, for her bleeding meant anyone who touched either her or anything on which she sat was made unclean. Leviticus 15:25-27: If a woman has a discharge of blood [LXX: ἐὰν ῥέῃ ῥύσει αἵματος] for many days, not at the time of her menstrual impurity, or if she has a discharge beyond the time of her impurity, all the days of the discharge she shall continue in uncleanness. As in the days of her impurity, she shall be unclean. (26) Every bed on which she lies...And everything on which she sits shall be unclean... (27) And whoever touches these things shall be unclean, and shall wash his clothes and bathe himself in water and be unclean until evening (ESV). Leviticus 15:19-23: ...whoever touches her shall be unclean until the evening.... (22) And whoever touches anything on which she sits shall...be unclean until the evening. (23) Whether it is the bed or anything on which she sits, when he touches it he shall be unclean until the evening (ESV).
Mt9:20Behold, a woman who had an issue of blood for twelve years came behind him, and touched the fringe of his garment;Lk8:43A woman who had a flow of blood for twelve years, who had spent all her living on physicians, and could not be healed by any,
Mk5:26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,Mk5:26and had suffered many things by many physicians, and had spent all that she had, and was no better, but rather grew worse,
Mk5:27ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·Lk8:44προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.Mk5:27having heard the things concerning Jesus, came up behind him in the crowd, and touched his clothes.Lk8:44came behind him, and touched the fringe of his cloak, and immediately the flow of her blood stopped.
Mk5:28ἔλεγεν γὰρ ὅτι { Κἂν ♦ Ἐὰν ἅψωμαι κἂν } τῶν ἱματίων { αὐτοῦ ἅψωμαι ♦ αὐτοῦ }, σωθήσομαι.
———
RP: Κἂν ♦ NA/UBS: Ἐὰν ἅψωμαι κἂν
RP: αὐτοῦ ἅψωμαι ♦ NA/UBS: αὐτοῦ
Mt9:21Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.Mk5:28For she said, “If I just touch his clothes, I will be made well.”Mt9:21for she said within herself, “If I just touch his garment, I will be made well.”
Mk5:29Καὶ { εὐθέως ♦ εὐθὺς } ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
———
RP: εὐθέως ♦ NA/UBS: εὐθὺς
Mk5:29Immediately the flow of her blood was dried up, and she felt in her body that she was healed of her affliction.
Mk5:30Καὶ { εὐθέως ♦ εὐθὺς } ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων;
———
RP: εὐθέως ♦ NA/UBS: εὐθὺς
Lk8:45Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος { καὶ οἱ μετ’ αὐτοῦ ♦ - }, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, { καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου ♦ - };
———
RP: καὶ οἱ μετ’ αὐτοῦ ♦ NA/UBS: —
RP: καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου ♦ NA/UBS: —
Mk5:30¶Immediately Jesus, perceiving in himself that the power had gone out from him, turned around in the crowd, and asked, “Who touched my clothes?”Lk8:45Jesus said, “Who touched me?”
¶When all denied it, Peter and those with him said, “Master, the multitudes press and jostle you, and you say, ‘Who touched me?’
Mk5:31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο;Mk5:31¶His disciples said to him, “You see the multitude pressing against you, and you say, ‘Who touched me?’”
Mk5:32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.Lk8:46Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν { ἐξελθοῦσαν ♦ ἐξεληλυθυῖαν } ἀπ’ ἐμοῦ.
———
RP: ἐξελθοῦσαν ♦ NA/UBS: ἐξεληλυθυῖαν
Mk5:32¶He looked around to see her who had done this thing.Lk8:46¶But Jesus said, “Someone did touch me, for I perceived that power has gone out of me.”
Mk5:33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν { ἐπ’ ♦ - } αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
———
RP: ἐπ’ ♦ NA/UBS: —
Lk8:47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν { αὐτῷ ἐνώπιον ♦ ἐνώπιον } παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
———
RP: αὐτῷ ἐνώπιον ♦ NA/UBS: ἐνώπιον
Mk5:33But the woman, fearing and trembling, knowing what had been done to her, came and fell down before him, and told him all the truth.Lk8:47When the woman saw that she was not hidden, she came trembling, and falling down before him declared to him in the presence of all the people the reason why she had touched him, and how she was healed immediately.
Mk5:34Ὁ δὲ εἶπεν αὐτῇ, { Θύγατερ ♦ Θυγάτηρ }, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
———
RP: Θύγατερ ♦ NA/UBS: Θυγάτηρ
Mt9:22Ὁ δὲ Ἰησοῦς { ἐπιστραφεὶς ♦ στραφεὶς } καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
———
RP: ἐπιστραφεὶς ♦ NA/UBS: στραφεὶς
Lk8:48Ὁ δὲ εἶπεν αὐτῇ, { Θάρσει, θύγατερ ♦ Θυγάτηρ }, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
———
RP: Θάρσει, θύγατερ ♦ NA/UBS: Θυγάτηρ
Mk5:34¶He said to her, “Daughter, your faith has made you well. Go in peace, and be cured of your disease.”Mt9:22¶But Jesus, turning around and seeing her, said, “Daughter, cheer up! Your faith has made you well.” And the woman was made well from that hour.Lk8:48He said to her, “Daughter, cheer up. Your faith has made you well. Go in peace.”

Jesus Heals a Dead Girl (Jairus' Daughter [Cont'd])

Mk5:35¶Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;Lk8:49¶Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων { αὐτῷ ♦ - } ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· { μὴ ♦ μηκέτι } σκύλλε τὸν διδάσκαλον.
———
RP: αὐτῷ ♦ NA/UBS: —
RP: μὴ ♦ NA/UBS: μηκέτι
Mk5:35¶While he was still speaking, people came from the synagogue ruler’s house saying, “Your daughter is dead. Why bother the Teacher any more?”Lk8:49¶While he still spoke, one from the ruler of the synagogue’s house came, saying to him, “Your daughter is dead. Don’t trouble the Teacher.”
Mk5:36Ὁ δὲ Ἰησοῦς { εὐθέως ἀκούσας ♦ παρακούσας } τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε.
———
RP: εὐθέως ἀκούσας ♦ NA/UBS: παρακούσας
Lk8:50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, { λέγων ♦ - }, Μὴ φοβοῦ. Μόνον { πίστευε ♦ πίστευσον }, καὶ σωθήσεται.
———
RP: λέγων ♦ NA/UBS: —
RP: πίστευε ♦ NA/UBS: πίστευσον
Mk5:36¶But Jesus, when he heard the message spoken, immediately said to the ruler of the synagogue, “Don’t be afraid, only believe.”Lk8:50¶But Jesus hearing it, answered him, “Don’t be afraid. Only believe, and she will be healed.”
Mk5:37Καὶ οὐκ ἀφῆκεν οὐδένα { αὐτῷ ♦ μετ’ αὐτοῦ } συνακολουθῆσαι, εἰ μὴ { Πέτρον ♦ τὸν Πέτρον } καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
———
RP: αὐτῷ ♦ NA/UBS: μετ’ αὐτοῦ
RP: Πέτρον ♦ NA/UBS: τὸν Πέτρον
Lk8:51Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν { οὐδένα ♦ τινα σὺν αὐτῷ }, εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
———
RP: οὐδένα ♦ NA/UBS: τινα σὺν αὐτῷ
Mk5:37He allowed no one to follow him, except Peter, James, and John the brother of James.Lk8:51¶When he came to the house, he didn’t allow anyone to enter in, except Peter, John, James, the father of the child, and her mother.
Mk5:38Καὶ { ἔρχεται ♦ ἔρχονται } εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, { κλαίοντας ♦ καὶ κλαίοντας } καὶ ἀλαλάζοντας πολλά.
———
RP: ἔρχεται ♦ NA/UBS: ἔρχονται
RP: κλαίοντας ♦ NA/UBS: καὶ κλαίοντας
Mt9:23Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον,Mk5:38He came to the synagogue ruler’s house, and he saw an uproar, weeping, and great wailing.Mt9:23¶When Jesus came into the ruler’s house, and saw the flute players, and the crowd in noisy disorder,
Mk5:39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.Mt9:24{ λέγει αὐτοῖς ♦ ἔλεγεν }, Ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ.
———
RP: λέγει αὐτοῖς ♦ NA/UBS: ἔλεγεν
Lk8:52Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, Μὴ κλαίετε· { οὐκ ♦ οὐ γὰρ } ἀπέθανεν, ἀλλὰ καθεύδει.
———
RP: οὐκ ♦ NA/UBS: οὐ γὰρ
Mk5:39When he had entered in, he said to them, “Why do you make an uproar and weep? The child is not dead, but is asleep.”Mt9:24he said to them, “Make room, because the girl isn’t dead, but sleeping.”
¶They were ridiculing him.
Lk8:52All were weeping and mourning beating their breasts for her, but he said, “Don’t weep. She isn’t dead, but sleeping.”
Mk5:40Καὶ κατεγέλων αὐτοῦ. { Ὁ ♦ Αὐτὸς } δέ, ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον { ἀνακείμενον ♦ - }.
———
RP: Ὁ ♦ NA/UBS: Αὐτὸς
RP: ἀνακείμενον ♦ NA/UBS: —
Mt9:25Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.Lk8:53Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.Mk5:40¶They ridiculed him. But he, having put them all out, took the father of the child, her mother, and those who were with him, and went in where the child was lying.Mt9:25But when the crowd was put out, he entered in, took her by the hand, and the girl arose.Lk8:53¶They were ridiculing him, knowing that she was dead.
Mk5:41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, { κοῦμι ♦ κοῦμ }· ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, { ἔγειραι ♦ ἔγειρε }.
———
RP: κοῦμι ♦ NA/UBS: κοῦμ
RP: ἔγειραι ♦ NA/UBS: ἔγειρε
Lk8:54Αὐτὸς δὲ { ἐκβαλὼν ἔξω πάντας, καὶ ♦ - } κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, Ἡ παῖς { ἔγειρου ἐγείρου ♦ ἔγειρε }.
———
RP: ἐκβαλὼν ἔξω πάντας, καὶ ♦ NA/UBS: —
RP: ἔγειρου ἐγείρου ♦ NA/UBS: ἔγειρε
Mk5:41Taking the child by the hand, he said to her, “Talitha cumi!” which means, being interpreted, “Girl, I tell you, get up!”Lk8:54But he put them all outside, and taking her by the hand, he called, saying, “Child, arise!”
Mk5:42Καὶ { εὐθέως ♦ εὐθὺς } ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν { ἐκστάσει ♦ [εὐθὺς] ἐκστάσει } μεγάλῃ.
———
RP: εὐθέως ♦ NA/UBS: εὐθὺς
RP: ἐκστάσει ♦ NA/UBS: [εὐθὺς] ἐκστάσει
Lk8:55Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.Mk5:42Immediately the girl rose stood up and walked was walking, for she was twelve years old. They were amazed astounded with great amazement astoundment.Lk8:55Her spirit returned, and she rose up immediately. He commanded that something be given to her to eat.
Mk5:43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς { γνῷ ♦ γνοῖ } τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
———
RP: γνῷ ♦ NA/UBS: γνοῖ
Mt9:26Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.Lk8:56Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.Mk5:43He strictly ordered them that no one should know this, and commanded that something should be given to her to eat.Mt9:26The report of this went out into all that land.Lk8:56Her parents were amazed astounded, but he commanded them to tell no one what had been done.
« Ch 4» Ch 6

Copyright 2007-2017 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Wednesday, 26-Apr-2017 07:43:53 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

OPTIONS

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %