www.katabiblon.com

According to Luke 15

ΚΑΤΑ ΛΟΥΚΑΝ

Robinson-Pierpont 2005Wiki English Translation‎ / World English Bible
MarkMatthewLuke MarkMatthewLuke

Welcome and Eat with Sinners

Lk15:1Ἦσαν δὲ { ἐγγίζοντες αὐτῷ ♦ αὐτῷ ἐγγίζοντες } πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ.
———
RP: ἐγγίζοντες αὐτῷ ♦ NA/UBS: αὐτῷ ἐγγίζοντες
Lk15:1¶Now all the tax collectors and sinners were coming close to him to hear him.
Lk15:2Καὶ διεγόγγυζον οἱ { Φαρισαῖοι ♦ τε Φαρισαῖοι } καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
———
RP: Φαρισαῖοι ♦ NA/UBS: τε Φαρισαῖοι
Lk15:2The Pharisees and the scribes murmured, saying, “This man welcomes sinners, and eats with them.”

One Hundred Sheep

Lk15:3¶Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων,Lk15:3¶He told them this parable.
Mt18:12Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ { ἀφεὶς ♦ ἀφήσει } τὰ ἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη { πορευθεὶς ♦ καὶ πορευθεὶς } ζητεῖ τὸ πλανώμενον;
———
RP: ἀφεὶς ♦ NA/UBS: ἀφήσει
RP: πορευθεὶς ♦ NA/UBS: καὶ πορευθεὶς
Lk15:4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας { ἓν ἐξ αὐτῶν ♦ ἐξ αὐτῶν ἓν }, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό;
———
RP: ἓν ἐξ αὐτῶν ♦ NA/UBS: ἐξ αὐτῶν ἓν
Mt18:12“What do you think? If a man has one hundred sheep, and one of them goes astray, doesn’t he leave the ninety-nine, go to the mountains, and seek that which has gone astray?Lk15:4“Which of you men, if you had one hundred sheep, and lost one of them, wouldn’t leave the ninety-nine in the wilderness, and go after the one that was lost, until he found it?
Mt18:13Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.Lk15:5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους { ἑαυτοῦ ♦ αὐτοῦ } χαίρων.
———
RP: ἑαυτοῦ ♦ NA/UBS: αὐτοῦ
Mt18:13If he finds it, most certainly I tell you, he rejoices over it more than over the ninety-nine which have not gone astray.Lk15:5When he has found it, he carries it on his shoulders, rejoicing.
Lk15:6καὶ Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.Lk15:6When he comes home, he calls together his friends and his neighbors, saying to them, ‘Rejoice with me, for I have found my sheep which was lost!’
Lk15:7Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ { ἔσται ἐν τῷ οὐρανῷ ♦ ἐν τῷ οὐρανῷ ἔσται } ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
———
RP: ἔσται ἐν τῷ οὐρανῷ ♦ NA/UBS: ἐν τῷ οὐρανῷ ἔσται
Lk15:7I tell you that even so there will be more joy in heaven over one sinner who repents, than over ninety-nine righteous people who need no repentance.
Mt18:14Οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται { εἷς ♦ ἓν } τῶν μικρῶν τούτων.
———
RP: εἷς ♦ NA/UBS: ἓν
Mt18:14Even so it is not the will of your Father who is in heaven that one of these little ones should perish.

Ten Drachma

Lk15:8¶Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως { ὅτου ♦ οὗ } εὕρῃ;
———
RP: ὅτου ♦ NA/UBS: οὗ
Lk15:8Or what woman, if she had ten drachma coins, if she lost one drachma coin, wouldn’t light a lamp, sweep the house, and seek diligently until she found it?
Lk15:9Καὶ εὑροῦσα { συγκαλεῖται ♦ συγκαλεῖ } τὰς φίλας καὶ { τὰς γείτονας ♦ γείτονας }, λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
———
RP: συγκαλεῖται ♦ NA/UBS: συγκαλεῖ
RP: τὰς γείτονας ♦ NA/UBS: γείτονας
Lk15:9When she has found it, she calls together her friends and neighbors, saying, ‘Rejoice with me, for I have found the drachma which I had lost.’
Lk15:10Οὕτως, λέγω ὑμῖν, { χαρὰ γίνεται ♦ γίνεται χαρὰ } ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
———
RP: χαρὰ γίνεται ♦ NA/UBS: γίνεται χαρὰ
Lk15:10Even so, I tell you, there is joy in the presence of the angels of God over one sinner repenting.”

The Prodigal Son

Lk15:11¶Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς·Lk15:11¶He said, “A certain man had two sons.
Lk15:12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. { Καὶ διεῖλεν ♦ Ὁ δὲ διεῖλεν } αὐτοῖς τὸν βίον.
———
RP: Καὶ διεῖλεν ♦ NA/UBS: Ὁ δὲ διεῖλεν
Lk15:12The younger of them said to his father, ‘Father, give me my share of your property.’ He divided his livelihood between them.
Lk15:13Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν { ἅπαντα ♦ πάντα } ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.
———
RP: ἅπαντα ♦ NA/UBS: πάντα
Lk15:13Not many days after, the younger son gathered all of this together and traveled into a far country. There he wasted his property with riotous undisciplined[a] living.
———
a Gk. ἀσώτως.
Lk15:14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς { ἰσχυρὸς ♦ ἰσχυρὰ } κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
———
RP: ἰσχυρὸς ♦ NA/UBS: ἰσχυρὰ
Lk15:14When he had spent squandered all of it, there arose a severe famine in that country, and he began to be in need.
Lk15:15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.Lk15:15He went and joined himself to one of the citizens of that country, and he sent him into his fields to feed pigs.
Lk15:16Καὶ ἐπεθύμει { γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ ♦ χορτασθῆναι ἐκ } τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
———
RP: γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ ♦ NA/UBS: χορτασθῆναι ἐκ
Lk15:16He wanted to fill his belly with the husks that the pigs ate, but no one gave him any.
Lk15:17Εἰς ἑαυτὸν δὲ ἐλθὼν { εἶπεν ♦ ἔφη }, Πόσοι μίσθιοι τοῦ πατρός μου { περισσεύουσιν ♦ περισσεύονται } ἄρτων, ἐγὼ δὲ λιμῷ { ἀπόλλυμαι ♦ ὧδε ἀπόλλυμαι }·
———
RP: εἶπεν ♦ NA/UBS: ἔφη
RP: περισσεύουσιν ♦ NA/UBS: περισσεύονται
RP: ἀπόλλυμαι ♦ NA/UBS: ὧδε ἀπόλλυμαι
Lk15:17But when he came to himself he said, ‘How many hired servants of my father’s have bread enough to spare, and I’m dying with hunger!
Lk15:18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου·Lk15:18I will get up and go to my father, and will tell him, “Father, I have sinned against heaven, and in your sight.
Lk15:19{ καὶ ♦ - } οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
———
RP: καὶ ♦ NA/UBS: —
Lk15:19I am no more worthy to be called your son. Make me as one of your hired servants.”’
Lk15:20Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν { πατέρα αὐτοῦ ♦ πατέρα ἑαυτοῦ }. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.
———
RP: πατέρα αὐτοῦ ♦ NA/UBS: πατέρα ἑαυτοῦ
Lk15:20“He arose, and came to his father. But while he was still far off, his father saw him, and was moved with compassion, and ran, and fell on his neck, and kissed him.
Lk15:21Εἶπεν δὲ { αὐτῷ ὁ υἱός ♦ ὁ υἱὸς αὐτῷ }, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, { καὶ οὐκέτι ♦ οὐκέτι } εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
———
RP: αὐτῷ ὁ υἱός ♦ NA/UBS: ὁ υἱὸς αὐτῷ
RP: καὶ οὐκέτι ♦ NA/UBS: οὐκέτι
Lk15:21The son said to him, ‘Father, I have sinned against heaven, and in your sight. I am no longer worthy to be called your son.’
Lk15:22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, { Ἐξενέγκατε τὴν ♦ Ταχὺ ἐξενέγκατε } στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας·
———
RP: Ἐξενέγκατε τὴν ♦ NA/UBS: Ταχὺ ἐξενέγκατε
Lk15:22“But the father said to his servants, ‘Bring out the best robe, and put it on him. Put a ring on his hand, and shoes on his feet.
Lk15:23καὶ { ἐνέγκαντες ♦ φέρετε } τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·
———
RP: ἐνέγκαντες ♦ NA/UBS: φέρετε
Lk15:23Bring the fattened calf, kill it, and let us eat, and celebrate;
Lk15:24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· { καὶ ἀπολωλὼς ἦν ♦ ἦν ἀπολωλὼς }, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.
———
RP: καὶ ἀπολωλὼς ἦν ♦ NA/UBS: ἦν ἀπολωλὼς
Lk15:24for this, my son, was dead, and is alive again. He was lost, and is found.’ They began to celebrate.
Lk15:25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν.Lk15:25“Now his elder son was in the field. As he came near to the house, he heard music and dancing.
Lk15:26Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί { εἴη ♦ ἂν εἴη } ταῦτα.
———
RP: εἴη ♦ NA/UBS: ἂν εἴη
Lk15:26He called one of the servants to him, and asked what was going on.
Lk15:27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.Lk15:27He said to him, ‘Your brother has come, and your father has killed the fattened calf, because he has received him back safe and healthy.’
Lk15:28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ { οὖν ♦ δὲ } πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
———
RP: οὖν ♦ NA/UBS: δὲ
Lk15:28But he was angry, and would not go in. Therefore his father came out, and begged him.
Lk15:29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ { πατρί ♦ πατρὶ αὐτοῦ }, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.
———
RP: πατρί ♦ NA/UBS: πατρί πατρὶ αὐτοῦ
Lk15:29But he answered his father, ‘Behold, these many years I have served you, and I never passed bydisobeyed a commandment of yours, but you never gave me a goat, that I might celebrate with my friends.
Lk15:30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν { μόσχον τὸν σιτευτόν ♦ σιτευτὸν μόσχον }.
———
RP: μόσχον τὸν σιτευτόν ♦ NA/UBS: σιτευτὸν μόσχον
Lk15:30But when this, your son, came, who has devoured your living with prostitutes, you killed the fattened calf for him.’
Lk15:31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.Lk15:31“He said to him, ‘Son, you are always with me, and all that is mine is yours.
Lk15:32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ { ἀνέζησεν· καὶ ἀπολωλὼς ἦν ♦ ἔζησεν καὶ ἀπολωλὼς }, καὶ εὑρέθη.
———
RP: ἀνέζησεν· καὶ ἀπολωλὼς ἦν ♦ NA/UBS: ἔζησεν καὶ ἀπολωλὼς
Lk15:32But it was appropriate to celebrate and be glad, for this, your brother, was dead, and is alive again. He was lost, and is found.’”
« Ch 14» Ch 16

Copyright 2007-2017 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Wednesday, 26-Apr-2017 07:46:13 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

OPTIONS

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %