www.katabiblon.com

According to Luke 10

ΚΑΤΑ ΛΟΥΚΑΝ

Robinson-Pierpont 2005Wiki English Translation‎ / World English Bible
MarkMatthewLuke MarkMatthewLuke

Jesus Sends Out Seventy / Sheep Among Wolves

Lk10:1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος { καὶ ἑτέρους ἑβδομήκοντα ♦ ἑτέρους ἑβδομήκοντα [δύο] }, καὶ ἀπέστειλεν αὐτοὺς { ἀνὰ δύο ♦ ἀνὰ δύο [δύο] } πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ { ἔμελλεν ♦ ἤμελλεν } αὐτὸς ἔρχεσθαι.
———
RP: καὶ ἑτέρους ἑβδομήκοντα ♦ NA/UBS: ἑτέρους ἑβδομήκοντα [δύο]
RP: ἀνὰ δύο ♦ NA/UBS: ἀνὰ δύο [δύο]
RP: ἔμελλεν ♦ NA/UBS: ἤμελλεν
Lk10:1¶Now after these things, the Lord also appointed seventy others, and sent them two by two ahead of him into every city and place, where he was about to come.
(Mt 9:37-38)Lk10:2Ἔλεγεν { οὖν πρὸς ♦ δὲ πρὸς } αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως { ἐκβάλῃ ἐργάτας ♦ ἐργάτας ἐκβάλῃ } εἰς τὸν θερισμὸν αὐτοῦ.
———
RP: οὖν πρὸς ♦ NA/UBS: δὲ πρὸς
RP: ἐκβάλῃ ἐργάτας ♦ NA/UBS: ἐργάτας ἐκβάλῃ
(Mt 9:37-38)Lk10:2Then he said to them, “The harvest is indeed plentiful, but the laborers are few. Pray therefore to the Lord of the harvest, that he may send out laborers into his harvest.
Mt10:16¶Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.Lk10:3Ὑπάγετε· ἰδού, { ἐγὼ ♦ - } ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
———
RP: ἐγὼ ♦ NA/UBS: —
Mt10:16“Behold, I send you out as sheep in the midst of wolves. Therefore be wise street-smart[a] as serpents, and harmless as doves.
———
a This is half of the "wisdom" gift that God gave Solomon see 3King 3:12/ 1Kings 3:12. The second half was "σοφην" this first half is prudence. Gk. φρόνιμος, prudent/thinking. Cf. Gn. 3:1: ὁ δὲ ὅφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς ὧν ἐποίησεν ξύριος ὁ θεός καὶ εἶπεν....
Lk10:3Go your ways. Behold, I am sending you out as lambs sheep[a] among wolves.
———
a Or, perhaps, lambs. Gr. ἄρνας (ἀρήν). As to whether Lk 10:3 intends sheep or lambs, the usual word for lamb is the diminutive ἀρνίον; but the usual word for sheep is πρόβατον. Evidence for sheep is the parallel passage in Mt 10:16: I am sending you out as πρόβατα among wolves. Evidence against, is that Luke uses πρόβατον for sheep in 15:4, 6. Lk 10:3 is the only occurance of ἀρήν in the GNT.
Lk10:4Μὴ βαστάζετε { βαλάντιον ♦ βαλλάντιον }, μὴ πήραν, { μηδὲ ♦ μὴ } ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
———
RP: βαλάντιον ♦ NA/UBS: βαλλάντιον
RP: μηδὲ ♦ NA/UBS: μὴ
Lk10:4Carry no purse, nor wallet, nor sandals. Greet no one on the way.
(Mt 10:12)Lk10:5Εἰς ἣν δ’ ἂν { οἰκίαν εἰσέρχησθε ♦ εἰσέλθητε οἰκίαν }, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.
———
RP: οἰκίαν εἰσέρχησθε ♦ NA/UBS: εἰσέλθητε οἰκίαν
(Mt 10:12)Lk10:5Into whatever house you enter, first say, ‘Peace be to this house.’
(Mt 10:13)Lk10:6Καὶ ἐὰν { ᾖ ἐκεῖ ♦ ἐκεῖ ᾖ } υἱὸς εἰρήνης, { ἐπαναπαύσεται ♦ ἐπαναπαήσεται } ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ { μήγε ♦ μή γε }, ἐφ’ ὑμᾶς ἀνακάμψει.
———
RP: ᾖ ἐκεῖ ♦ NA/UBS: ἐκεῖ ᾖ
RP: ἐπαναπαύσεται ♦ NA/UBS: ἐπαναπαήσεται
RP: μήγε ♦ NA/UBS: μή γε
(Mt 10:13)Lk10:6If a son of peace is there, your peace will rest on him; but if not, it will return to you.
Lk10:7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ { ἐστίν ♦ - }. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
———
RP: ἐστίν ♦ NA/UBS: —
Lk10:7Remain in that same house, eating and drinking the things they give, for the laborer is worthy of his wages. Don’t go from house to house.
Lk10:8Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,Lk10:8Into whatever city you enter, and they receive you, eat the things that are set before you.
Lk10:9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.Lk10:9Heal the sick who are therein, and tell them, ‘The Kingdom of God has come near to you.’
Lk10:10Εἰς ἣν δ’ ἂν πόλιν { εἰσέρχησθε ♦ εἰσέλθητε }, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
———
RP: εἰσέρχησθε ♦ NA/UBS: εἰσέλθητε
Lk10:10But into whatever city you enter, and they don’t receive you, go out into its streets and say,
Lk10:11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν { ἀπομασσόμεθα ♦ εἰς τοὺς πόδας ἀπομασσόμεθα } ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν { ἐφ’ ὑμᾶς ♦ - } ἡ βασιλεία τοῦ θεοῦ.
———
RP: ἀπομασσόμεθα ♦ NA/UBS: εἰς τοὺς πόδας ἀπομασσόμεθα
RP: ἐφ’ ὑμᾶς ♦ NA/UBS: —
Lk10:11‘Even the dust from your city that clings to us, we wipe off against you.[a] Nevertheless know this, that the Kingdom of God has come near to you.’
———
a Similarly, cf. Paul in Acts 19:9, when he gives up on the synagogue in Ephesus and shifts focus to his disciples.
(Mk 6:11b)(Mt 10:15)Lk10:12Λέγω ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.(Mk 6:11b)(Mt 10:15)Lk10:12I tell you, it will be more tolerable in that day for Sodom than for that city.

Woe to Chorazin

Mt11:20¶Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.Mt11:20¶Then he began to denounce the cities in which most of his mighty works had been done, because they didn’t repent.
Mt11:21Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.Lk10:13Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι { ἐγένοντο ♦ ἐγενήθησαν } αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ { καθήμεναι ♦ καθήμενοι } μετενόησαν.
———
RP: ἐγένοντο ♦ NA/UBS: ἐγενήθησαν
RP: καθήμεναι ♦ NA/UBS: καθήμενοι
Mt11:21“Woe to you, Chorazin! Woe to you, Bethsaida! For if the mighty works had been done in Tyre and Sidon which were done in you, they would have repented long ago in sackcloth and ashes.Lk10:13“Woe to you, Chorazin! Woe to you, Bethsaida! For if the mighty works had been done in Tyre and Sidon which were done in you, they would have repented long ago, sitting in sackcloth and ashes.
Mt11:22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.Lk10:14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν.Mt11:22But I tell you, it will be more tolerable for Tyre and Sidon on the day of judgment than for you.Lk10:14But it will be more tolerable for Tyre and Sidon in the judgment than for you.
Mt11:23Καὶ σύ, { Καπερναούμ, ἡ ♦ Καφαρναούμ μὴ } ἕως { τοῦ ♦ - } οὐρανοῦ { ὑψωθεῖσα ♦ ὑψωθήσῃ }, ἕως ᾍδου { καταβιβασθήσῃ ♦ καταβήσῃ }· ὅτι εἰ ἐν Σοδόμοις { ἐγένοντο ♦ ἐγενήθησαν } αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, { ἔμειναν ♦ ἔμεινεν } ἂν μέχρι τῆς σήμερον.
———
RP: Καπερναούμ, ἡ ♦ NA/UBS: Καφαρναούμ μὴ
RP: τοῦ ♦ NA/UBS: —
RP: ὑψωθεῖσα ♦ NA/UBS: ὑψωθήσῃ
RP: καταβιβασθήσῃ ♦ NA/UBS: καταβήσῃ
RP: ἐγένοντο ♦ NA/UBS: ἐγενήθησαν
RP: ἔμειναν ♦ NA/UBS: ἔμεινεν
Lk10:15Καὶ σύ, { Καπερναούμ, ἡ ♦ Καφαρναούμ μὴ } ἕως { τοῦ οὐρανοῦ ὑψωθεῖσα ♦ οὐρανοῦ ὑψωθήσῃ }, ἕως { ᾍδου καταβιβασθήσῃ ♦ τοῦ ᾍδου καταβήσῃ }.
———
RP: Καπερναούμ, ἡ ♦ NA/UBS: Καφαρναούμ μὴ
RP: τοῦ οὐρανοῦ ὑψωθεῖσα ♦ NA/UBS: οὐρανοῦ ὑψωθήσῃ
RP: ᾍδου καταβιβασθήσῃ ♦ NA/UBS: τοῦ ᾍδου καταβήσῃ
Mt11:23You, Capernaum, who are exalted to heaven, you will go down to Hades. For if the mighty works had been done in Sodom which were done in you, it would have remained until this day.Lk10:15You, Capernaum, who are exalted to heaven, will be brought down to Hades.
Mt11:24Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.Mt11:24But I tell you that it will be more tolerable for the land of Sodom, on the day of judgment, than for you.”[a]
———
a Similarly declared in Mt 10:15.

Whoever Receives Me Receives You

(Mk 9:37b)Mt10:40¶Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.Lk10:16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.(Mk 9:37b)Mt10:40He who receives you receives me, and he who receives me receives him who sent me.Lk10:16Whoever listens to you listens to me, and whoever rejects you rejects me. Whoever rejects me rejects him who sent me.”ª
———
a Isaiah 33:1

Return of the Seventy

Lk10:17¶Ὑπέστρεψαν δὲ οἱ { ἑβδομήκοντα ♦ ἑβδομήκοντα [δύο] } μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
———
RP: ἑβδομήκοντα ♦ NA/UBS: ἑβδομήκοντα [δύο]
Lk10:17¶The seventy returned with joy, saying, “Lord, even the demons are subjectare subordinate to us in your name!”
Lk10:18Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν { Σατανᾶν ♦ σατανᾶν } ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
———
RP: Σατανᾶν ♦ NA/UBS: σατανᾶν
Lk10:18¶He said to them, “I saw Satan having fallen like lightning from heaven.
Lk10:19Ἰδού, { δίδωμι ♦ δέδωκα } ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
———
RP: δίδωμι ♦ NA/UBS: δέδωκα
Lk10:19Behold, I give you authority to tread on serpents and scorpions, and over all the power of the enemy. Nothing will in any way hurt you.[a]
———
a Cf. Mk. 16:18.
Lk10:20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν { ἐγράφη ♦ ἐγγέγραπται } ἐν τοῖς οὐρανοῖς.
———
RP: ἐγράφη ♦ NA/UBS: ἐγγέγραπται
Lk10:20Nevertheless, don’t rejoice in this, that the spirits are subjectare subordinate to you, but rejoice that your names are written in heaven.”

All Things Hidden From the Wise

Mt11:25¶Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι { ἀπέκρυψας ♦ ἔκρυψας } ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
———
RP: ἀπέκρυψας ♦ NA/UBS: ἔκρυψας
Lk10:21¶Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο { τῷ πνεύματι ♦ [ἐν] τῷ πνεύματι τῷ ἁγίῳ } { ὁ Ἰησοῦς ♦ - }, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως { ἐγένετο εὐδοκία ♦ εὐδοκία ἐγένετο } ἔμπροσθέν σου.
———
RP: τῷ πνεύματι ♦ NA/UBS: [ἐν] τῷ πνεύματι τῷ ἁγίῳ
RP: ὁ Ἰησοῦς ♦ NA/UBS: —
RP: ἐγένετο εὐδοκία ♦ NA/UBS: εὐδοκία ἐγένετο
Mt11:25¶At that time, Jesus answered, “I thank you, Father, Lord of heaven and earth, that you hid these things from the wise and understanding, and revealed them to infants.Lk10:21¶In that same hour Jesus rejoiced in the Holy Spirit, and said, “I thank you, O Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding, and revealed them to little children. Yes, Father, for so it that such a thing was well-pleasing should seem good in your sight before you.”
Mt11:26Ναί, ὁ πατήρ, ὅτι οὕτως { ἐγένετο εὐδοκία ♦ εὐδοκία ἐγένετο } ἔμπροσθέν σου.
———
RP: ἐγένετο εὐδοκία ♦ NA/UBS: εὐδοκία ἐγένετο
Mt11:26Yes, Father, for so it that such a thing was well-pleasing should seem good in your sight before you.
Mt11:27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Lk10:22{ Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν ♦ - }, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
———
RP: Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν ♦ NA/UBS: —
Mt11:27All things have been delivered to me by my Father. No one knows the Son, except the Father; neither does anyone know the Father, except the Son, and he to whom the Son desires to reveal him.Lk10:22¶Turning to the disciples, he said, “All things have been delivered to me by my Father. No one knows who the Son is, except the Father, and who the Father is, except the Son, and he to whomever the Son desires to reveal him.”

Many Desired to See the Things You See and Hear the Things You Hear

Mt13:16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν· καὶ τὰ ὦτα ὑμῶν, ὅτι { ἀκούει ♦ ἀκούουσιν }.
———
RP: ἀκούει ♦ NA/UBS: ἀκούουσιν
Lk10:23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.Mt13:16“But blessed are your eyes, for they see; and your ears, for they hear.Lk10:23¶Turning to the disciples, he said privately, “Blessed are the eyes which see the things that you see,
Mt13:17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ { εἶδον ♦ εἶδαν }· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
———
RP: εἶδον ♦ NA/UBS: εἶδαν
Lk10:24Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ { εἶδον ♦ εἶδαν }· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
———
RP: εἶδον ♦ NA/UBS: εἶδαν
Mt13:17For most certainly I tell you that many prophets and righteous men desired to see the things which you see, and didn’t see them; and to hear the things which you hear, and didn’t hear them.Lk10:24for I tell you that many prophets and kings desired to see the things which you see, and didn’t see them, and to hear the things which you hear, and didn’t hear them.”

Which Commandment is the Greatest

Mt22:34¶Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.Mt22:34But the Pharisees, when they heard that he had silenced the Sadducees, gathered themselves together.
Mk12:28¶Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, { εἰδὼς ♦ ἰδὼν } ὅτι καλῶς { αὐτοῖς ἀπεκρίθη ♦ ἀπεκρίθη αὐτοῖς }, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν { πρώτη πάντων ἐντολή ♦ ἐντολὴ πρώτη πάντων };
———
RP: εἰδὼς ♦ NA/UBS: ἰδὼν
RP: αὐτοῖς ἀπεκρίθη ♦ NA/UBS: ἀπεκρίθη αὐτοῖς
RP: πρώτη πάντων ἐντολή ♦ NA/UBS: ἐντολὴ πρώτη πάντων
Mt22:35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν { νομικός ♦ [νομικὸς] }, πειράζων αὐτόν, { καὶ λέγων ♦ - },
———
RP: νομικός ♦ NA/UBS: [νομικὸς]
RP: καὶ λέγων ♦ NA/UBS: —
Lk10:25¶Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, { καὶ λέγων ♦ λέγων }, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
———
RP: καὶ λέγων ♦ NA/UBS: λέγων
Mk12:28¶One of the scribes came, and heard them questioning together. Knowing that he had answered them well, asked him, “Which commandment is the greatest of all?”Mt22:35One of them, a lawyer, asked him a question, testing him.Lk10:25¶Behold, a certain lawyer stood up and testinged him, and saying, “Teacher, what shall I do to inherit aeonianeternal life?”
Mt22:36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;Mt22:36“Teacher, which is the greatest commandment in the law?”
Mk12:29{ Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ♦ Ἀπεκρίθη ὁ Ἰησοῦς } ὅτι Πρώτη { πάντων τῶν ἐντολῶν ♦ ἐστίν }, Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν, κύριος εἷς ἐστίν·
———
RP: Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ♦ NA/UBS: Ἀπεκρίθη ὁ Ἰησοῦς
RP: πάντων τῶν ἐντολῶν ♦ NA/UBS: ἐστίν
Mk12:29¶Jesus answered, “The greatest is, ‘Hear, Israel, the Lord our God, the Lord is one:
Mk12:30καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. { Αὕτη πρώτη ἐντολή ♦ - }.
———
RP: Αὕτη πρώτη ἐντολή ♦ NA/UBS: —
Mt22:37ὁ δὲ { Ἰησοῦς ♦ - } ἔφη αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐν ὅλῃ { καρδίᾳ ♦ τῇ καρδίᾳ } σου, καὶ ἐν ὅλῃ { ψυχῇ ♦ τῇ ψυχῇ } σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
———
RP: Ἰησοῦς ♦ NA/UBS: —
RP: καρδίᾳ ♦ NA/UBS: τῇ καρδίᾳ
RP: ψυχῇ ♦ NA/UBS: τῇ ψυχῇ
Mk12:30you shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind, and with all your strength.’* This is the first commandment.Mt22:37¶Jesus said to him, “‘You shall love the Lord your God with all your heart, with all your soul, and with all your mind.’*
Mt22:38Αὕτη ἐστὶν { πρώτη καὶ μεγάλη ♦ ἡ μεγάλη καὶ πρώτη } ἐντολή.
———
RP: πρώτη καὶ μεγάλη ♦ NA/UBS: ἡ μεγάλη καὶ πρώτη
Mt22:38This is the first and great commandment.
Mk12:31{ Καὶ δευτέρα ὁμοία ♦ Δευτέρα } αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
———
RP: Καὶ δευτέρα ὁμοία ♦ NA/UBS: Δευτέρα
Mt22:39Δευτέρα δὲ ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Mk12:31The second is like this, ‘You shall love your neighbor as yourself.’* There is no other commandment greater than these.”Mt22:39A second likewise is this, ‘You shall love your neighbor as yourself.’*
Mt22:40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος { καὶ ♦ κρέμαται καὶ } οἱ προφῆται { κρέμανται ♦ - }.
———
RP: καὶ ♦ NA/UBS: κρέμαται καὶ
RP: κρέμανται ♦ NA/UBS: —
Mt22:40The whole law and the prophets depend on these two commandments.”

You Shall Love God With All Your Heart, Mind, and Soul, and Love Your Neighbor as Yourself

Lk10:26Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;Lk10:26¶He said to him, “What is written in the law? How do you read it?”
Mk12:33καὶ τὸ { ἀγαπᾷν ♦ ἀγαπᾶν } αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς { ψυχῆς, καὶ ἐξ ὅλης τῆς ♦ - } ἰσχύος, καὶ τὸ { ἀγαπᾷν ♦ ἀγαπᾶν } τὸν πλησίον ὡς ἑαυτόν, { πλεῖόν ♦ περισσότερόν } ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
———
RP: ψυχῆς, καὶ ἐξ ὅλης τῆς ♦ NA/UBS: —
RP: πλεῖόν ♦ NA/UBS: περισσότερόν
RP: ἀγαπᾷν ♦ NA/UBS: ἀγαπᾶν
Lk10:27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης { τῆς καρδίας ♦ [τῆς] καρδίας } σου, καὶ { ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας ♦ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ } σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
———
RP: τῆς καρδίας ♦ NA/UBS: [τῆς] καρδίας
RP: ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας ♦ NA/UBS: ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ
Mk12:33and to love him with all the heart, and with all the understanding, with all the soul, and with all the strength, and to love his neighbor as himself, is more important than all whole burnt offerings and sacrifices.”Lk10:27¶He answered, “You shall love the Lord your God with all your heart, with all your soul, with all your strength, and with all your mind;* and your neighbor as yourself.”*
Mk12:34Καὶ ὁ Ἰησοῦς ἰδὼν { αὐτὸν ὅτι ♦ [αὐτὸν] ὅτι } νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
———
RP: αὐτὸν ὅτι ♦ NA/UBS: [αὐτὸν] ὅτι
Lk10:28Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.Mk12:34¶When Jesus saw that he answered wisely, he said to him, “You are not far from the Kingdom of God.”
¶No one dared ask him any question after that.
Lk10:28¶He said to him, “You have answered correctly. Do this, and you will live.”
(Mt 22:46)(Lk 20:40)(Mt 22:46)(Lk 20:40)

Who Is My Neighbor?

Lk10:29Ὁ δὲ θέλων { δικαιοῦν ♦ δικαιῶσαι } ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον;
———
RP: δικαιοῦν ♦ NA/UBS: δικαιῶσαι
Lk10:29¶But he, desiring to justify himself, asked Jesus, “Who is my neighbor?”
Lk10:30Ὑπολαβὼν { δὲ ♦ - } ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ { Ἱερουσαλὴμ ♦ Ἰερουσαλὴμ } εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ { τυγχάνοντα ♦ - }.
———
RP: δὲ ♦ NA/UBS: —
RP: τυγχάνοντα ♦ NA/UBS: —
RP: Ἱερουσαλὴμ ♦ NA/UBS: Ἰερουσαλὴμ
Lk10:30¶Jesus answered, “A certain man was going down from Jerusalem to Jericho, and he fell among robbers, who both stripped him and beat him, and departed, leaving him half dead.
Lk10:31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.Lk10:31By chance a certain priest was going down that way. When he saw him, he passed by on the other side.
Lk10:32Ὁμοίως δὲ καὶ { Λευΐτης ♦ Λευίτης } { γενόμενος ♦ [γενόμενος] } κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
———
RP: γενόμενος ♦ NA/UBS: [γενόμενος]
RP: Λευΐτης ♦ NA/UBS: Λευίτης
Lk10:32In the same way a Levite also, when he came to the place, and saw him, passed by on the other side.
Lk10:33{ Σαμαρείτης ♦ Σαμαρίτης } δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτόν, καὶ ἰδὼν { αὐτὸν ἐσπλαγχνίσθη ♦ ἐσπλαγχνίσθη },
———
RP: Σαμαρείτης ♦ NA/UBS: Σαμαρίτης
RP: αὐτὸν ἐσπλαγχνίσθη ♦ NA/UBS: ἐσπλαγχνίσθη
Lk10:33But a certain Samaritan, as he traveled, came where he was. When he saw him, he was moved with compassion,
Lk10:34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.Lk10:34came to him, and bound up his wounds, pouring on oil and wine. He set him on his own animal, and brought him to an inn, and took care of him.
Lk10:35Καὶ ἐπὶ τὴν αὔριον { ἐξελθών ♦ - }, ἐκβαλὼν { δύο δηνάρια ἔδωκεν ♦ ἔδωκεν δύο δηνάρια } τῷ πανδοχεῖ, καὶ εἶπεν { αὐτῷ ♦ - }, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
———
RP: ἐξελθών ♦ NA/UBS: —
RP: δύο δηνάρια ἔδωκεν ♦ NA/UBS: ἔδωκεν δύο δηνάρια
RP: αὐτῷ ♦ NA/UBS: —
Lk10:35On the next day, when he departed, he took out two denarii, and gave them to the host, and said to him, ‘Take care of him. Whatever you spend beyond that, I will repay you when I return.’
Lk10:36Τίς { οὖν ♦ - } τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
———
RP: οὖν ♦ NA/UBS: —
Lk10:36Now which of these three do you think seemed to be a neighbor to him who fell among the robbers?”
Lk10:37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. Εἶπεν { οὖν ♦ δὲ } αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
———
RP: οὖν ♦ NA/UBS: δὲ
Lk10:37¶He said, “He who showed mercy on him.”
¶Then Jesus said to him, “Go and do likewise.”

Mary and Martha

Lk10:38¶{ Ἐγένετο δὲ ἐν ♦ Ἐν δὲ } τῷ πορεύεσθαι αὐτούς, { καὶ ♦ - } αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν { εἰς τὸν οἶκον αὐτῆς ♦ - }.
———
RP: Ἐγένετο δὲ ἐν ♦ NA/UBS: Ἐν δὲ
RP: καὶ ♦ NA/UBS: —
RP: εἰς τὸν οἶκον αὐτῆς ♦ NA/UBS: —
Lk10:38¶It happened as they went on their way, he entered into a certain village, and a certain woman named Martha received him into her house.
Lk10:39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη { Μαρία, ἣ ♦ Μαριάμ [ἣ] } καὶ { παρακαθίσασα παρὰ ♦ παρακαθεσθεῖσα πρὸς } τοὺς πόδας τοῦ { Ἰησοῦ ♦ κυρίου } ἤκουεν τὸν λόγον αὐτοῦ.
———
RP: Μαρία, ἣ ♦ NA/UBS: Μαριάμ [ἣ]
RP: παρακαθίσασα παρὰ ♦ NA/UBS: παρακαθεσθεῖσα πρὸς
RP: Ἰησοῦ ♦ NA/UBS: κυρίου
Lk10:39She had a sister called Mary, who also sat at Jesus’ feet, and heard his word.
Lk10:40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με { κατέλειπεν ♦ κατέλιπεν } διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
———
RP: κατέλειπεν ♦ NA/UBS: κατέλιπεν
Lk10:40But Martha was distracted with much serving, and she came up to him, and said, “Lord, don’t you care that my sister left me to serve alone? Ask her therefore to help me.”
Lk10:41Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ { Ἰησοῦς ♦ κύριος }, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ { τυρβάζῃ ♦ θορυβάζῃ } περὶ πολλά·
———
RP: Ἰησοῦς ♦ NA/UBS: κύριος
RP: τυρβάζῃ ♦ NA/UBS: θορυβάζῃ
Lk10:41¶Jesus answered her, “Martha, Martha, you are anxious and troubled about many things,
Lk10:42ἑνὸς δέ ἐστιν χρεία· { Μαρία δὲ ♦ Μαριὰμ γὰρ } τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται { ἀπ’ ♦ - } αὐτῆς.
———
RP: Μαρία δὲ ♦ NA/UBS: Μαριὰμ γὰρ
RP: ἀπ’ ♦ NA/UBS: —
Lk10:42but one thing is needed. Mary has chosen the good part, which will not be taken away from her.”
« Ch 9» Ch 11

Copyright 2007-2017 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Tuesday, 25-Jul-2017 16:29:38 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

OPTIONS

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %