www.katabiblon.com

According to Luke 6

ΚΑΤΑ ΛΟΥΚΑΝ

Robinson-Pierpont 2005Wiki English Translation‎ / World English Bible
MarkMatthewLuke MarkMatthewLuke

Do Not Condemn the Guiltless / Son of Man is Lord of the Sabbath

Mk2:23¶Καὶ ἐγένετο { παραπορεύεσθαι αὐτὸν ♦ αὐτὸν } ἐν τοῖς σάββασιν { διὰ ♦ παραπορεύεσθαι διὰ } τῶν σπορίμων, καὶ { ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ♦ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο } ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
———
RP: παραπορεύεσθαι αὐτὸν ♦ NA/UBS: αὐτὸν
RP: διὰ ♦ NA/UBS: παραπορεύεσθαι διὰ
RP: ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ♦ NA/UBS: οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο
Mt12:1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.Lk6:1Ἐγένετο δὲ ἐν σαββάτῳ { δευτεροπρώτῳ ♦ - } διαπορεύεσθαι αὐτὸν διὰ { τῶν ♦ - } σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ { τοὺς στάχυας, καὶ ἤσθιον ♦ καὶ ἤσθιον τοὺς στάχυας }, ψώχοντες ταῖς χερσίν.
———
RP: δευτεροπρώτῳ ♦ NA/UBS: —
RP: τῶν ♦ NA/UBS: —
RP: τοὺς στάχυας, καὶ ἤσθιον ♦ NA/UBS: καὶ ἤσθιον τοὺς στάχυας
Mk2:23¶It happened that he was going on the Sabbath day through the grain fields, and his disciples began, as they went, to pluck the ears of grain.Mt12:1¶At that time, Jesus went on the Sabbath day through the grain fields. His disciples were hungry and began to pluck heads of grain and to eat.Lk6:1¶Now it happened on the second Sabbath after the first, that he was going through the grain fields. His disciples plucked the heads of grain, and ate, rubbing them in their hands.
Mk2:24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν { ἐν ♦ - } τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
———
RP: ἐν ♦ NA/UBS: —
Mt12:2Οἱ δὲ Φαρισαῖοι ἰδόντες { εἶπον ♦ εἶπαν } αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
———
RP: εἶπον ♦ NA/UBS: εἶπαν
Lk6:2Τινὲς δὲ τῶν Φαρισαίων { εἶπον αὐτοῖς ♦ εἶπαν }, Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν { ποιεῖν ἐν ♦ - } τοῖς σάββασιν;
———
RP: εἶπον αὐτοῖς ♦ NA/UBS: εἶπαν
RP: ποιεῖν ἐν ♦ NA/UBS: —
Mk2:24The Pharisees said to him, “Behold, why do they do that which is not lawful on the Sabbath day?”Mt12:2But the Pharisees, when they saw it, said to him, “Behold, your disciples do what is not lawful to do on the Sabbath.”Lk6:2But some of the Pharisees said to them, “Why do you do that which is not lawful to do on the Sabbath day?”
Mk2:25Καὶ { αὐτὸς ἔλεγεν ♦ λέγει } αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ;
———
RP: αὐτὸς ἔλεγεν ♦ NA/UBS: λέγει
Mt12:3Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε ἐπείνασεν { αὐτὸς ♦ - } καὶ οἱ μετ’ αὐτοῦ·
———
RP: αὐτὸς ♦ NA/UBS: —
Lk6:3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυίδ, { ὁπότε ♦ ὅτε } ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ { ὄντες ♦ [ὄντες] };
———
RP: ὁπότε ♦ NA/UBS: ὅτε
RP: ὄντες ♦ NA/UBS: [ὄντες]
Mk2:25¶He said to them, “Did you never read what David did, when he had need, and was hungry—he, and those who were with him?Mt12:3¶But he said to them, “Haven’t you read what David did, when he was hungry, and those who were with him;Lk6:3¶Jesus, answering them, said, “Haven’t you read what David did when he was hungry, he, and those who were with him;
Mk2:26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ { τοῖς ἱερεῦσιν ♦ τοὺς ἱερεῖς }, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
———
RP: τοῖς ἱερεῦσιν ♦ NA/UBS: τοὺς ἱερεῖς
Mt12:4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως { ἔφαγεν, οὓς ♦ ἔφαγον ὃ } οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
———
RP: ἔφαγεν, οὓς ♦ NA/UBS: ἔφαγον ὃ
Lk6:4{ Ὡς ♦ [Ὡς] } εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως { ἔλαβεν, καὶ ♦ λαβὼν } ἔφαγεν, καὶ ἔδωκεν { καὶ τοῖς ♦ τοῖς } μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
———
RP: Ὡς ♦ NA/UBS: [Ὡς]
RP: ἔλαβεν, καὶ ♦ NA/UBS: λαβὼν
RP: καὶ τοῖς ♦ NA/UBS: τοῖς
Mk2:26How he entered into the house of God when Abiathar was high priest, and ate the show bread, which is not lawful to eat except for the priests, and gave also to those who were with him?”Mt12:4how he entered into the house of God, and ate the show bread, which was not lawful for him to eat, neither for those who were with him, but only for the priests?*Lk6:4how he entered into the house of God, and took and ate the show bread, and gave also to those who were with him, which is not lawful to eat except for the priests alone?”
Mt12:5Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν;Mt12:5Or have you not read in the law, that on the Sabbath day, the priests in the temple profane defile the Sabbath, and are guiltless?
Mt12:6Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.Mt12:6But I tell you that one greater than the temple is here.
Mt12:7Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, { Ἔλεον ♦ Ἔλεος } θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
———
RP: Ἔλεον ♦ NA/UBS: Ἔλεος
Mt12:7But if you had known what this means, ‘I desire mercy, and not sacrifice,’* [a] you would not have condemned the guiltless.
———
a Also quoted in Mt. 9:13.
Mk2:27Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, { οὐχ ♦ καὶ οὐχ } ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
———
RP: οὐχ ♦ NA/UBS: καὶ οὐχ
Mk2:27He said to them, “The Sabbath was made for man, not man for the Sabbath.
Mk2:28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.Mt12:8κύριος Κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.Lk6:5Καὶ ἔλεγεν αὐτοῖς { ὅτι ♦ - } Κύριός ἐστιν { ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου ♦ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου }.
———
RP: ὅτι ♦ NA/UBS: —
RP: ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου ♦ NA/UBS: τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου
Mk2:28Therefore the Son of Man is lord even of the Sabbath.”Mt12:8For the Son of Man is Lord of the Sabbath.”Lk6:5He said to them, “The Son of Man is lord of the Sabbath.”

Jesus Heals on the Sabbath

Mk3:1Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.Mt12:9¶Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.Lk6:6¶Ἐγένετο δὲ { καὶ ἐν ♦ ἐν } ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν { ἐκεῖ ἄνθρωπος ♦ ἄνθρωπος ἐκεῖ }, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
———
RP: καὶ ἐν ♦ NA/UBS: ἐν
RP: ἐκεῖ ἄνθρωπος ♦ NA/UBS: ἄνθρωπος ἐκεῖ
Mk3:1¶He entered again into the synagogue, and there was a man there who had his hand withered.Mt12:9¶He departed there, and went into their synagogue.Lk6:6¶It also happened on another Sabbath that he entered into the synagogue and taught. There was a man there, and his right hand was withered.
Mk3:2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.Lk6:7{ Παρετήρουν δὲ ♦ Παρετηροῦντο δὲ αὐτὸν } οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ σαββάτῳ { θεραπεύσει ♦ θεραπεύει }· ἵνα εὕρωσιν { κατηγορίαν ♦ κατηγορεῖν } αὐτοῦ.
———
RP: Παρετήρουν δὲ ♦ NA/UBS: Παρετηροῦντο δὲ αὐτὸν
RP: θεραπεύσει ♦ NA/UBS: θεραπεύει
RP: κατηγορίαν ♦ NA/UBS: κατηγορεῖν
Mk3:2They watched him, whether he would heal him on the Sabbath day, that they might accuse him.Lk6:7The scribes and the Pharisees watched him, to see whether he would heal on the Sabbath, that they might find an accusation against him.
Mk3:3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ { ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι ♦ τὴν ξηρὰν χεῖρα ἔχοντι Ἔγειρε } εἰς τὸ μέσον.
———
RP: ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι ♦ NA/UBS: τὴν ξηρὰν χεῖρα ἔχοντι Ἔγειρε
Lk6:8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, { καὶ εἶπεν τῷ ἀνθρώπῳ ♦ εἶπεν δὲ τῷ ἀνδρὶ } τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, { Ἔγειραι ♦ Ἔγειρε }, καὶ στῆθι εἰς τὸ μέσον. { Ὁ δὲ ♦ Καὶ } ἀναστὰς ἔστη.
———
RP: καὶ εἶπεν τῷ ἀνθρώπῳ ♦ NA/UBS: εἶπεν δὲ τῷ ἀνδρὶ
RP: Ἔγειραι ♦ NA/UBS: Ἔγειρε
RP: Ὁ δὲ ♦ NA/UBS: Καὶ
Mk3:3He said to the man who had his hand withered, “Stand up.”Lk6:8But he knew their thoughts; and he said to the man who had the withered hand, “Rise up, and stand in the middle.” He arose and stood.
Mk3:4Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν { ἀγαθοποιῆσαι ♦ ἀγαθὸν ποιῆσαι }, ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
———
RP: ἀγαθοποιῆσαι ♦ NA/UBS: ἀγαθὸν ποιῆσαι
Mt12:10Καὶ ἰδού, ἄνθρωπος { ἦν τὴν ♦ - } χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστιν τοῖς σάββασιν { θεραπεύειν ♦ θεραπεῦσαι }; ἵνα κατηγορήσωσιν αὐτοῦ.
———
RP: ἦν τὴν ♦ NA/UBS: —
RP: θεραπεύειν ♦ NA/UBS: θεραπεῦσαι
Lk6:9Εἶπεν { οὖν ♦ δὲ } ὁ Ἰησοῦς πρὸς αὐτούς, { Ἐπερωτήσω ♦ Ἐπερωτῶ } ὑμᾶς { τί, Ἔξεστιν ♦ εἰ ἔξεστιν } { τοῖς σάββασιν ♦ τῷ σαββάτῳ }, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ { ἀποκτεῖναι ♦ ἀπολέσαι };
———
RP: οὖν ♦ NA/UBS: δὲ
RP: Ἐπερωτήσω ♦ NA/UBS: Ἐπερωτῶ
RP: τί, Ἔξεστιν ♦ NA/UBS: εἰ ἔξεστιν
RP: τοῖς σάββασιν ♦ NA/UBS: τῷ σαββάτῳ
RP: ἀποκτεῖναι ♦ NA/UBS: ἀπολέσαι
Mk3:4He said to them, “Is it lawful on the Sabbath day to do good, or to do harm? To save a life, or to kill?” But they were silent.Mt12:10And behold there was a man with a witheredª hand. They asked him, “Is it lawful to heal on the Sabbath day?” that they might accuse him.
———
a compare to Exodus 6:1 χειρι χραταια mighty hand
Lk6:9Then Jesus said to them, “I will ask you something: Is it lawful on the Sabbath to do good, or to do harm? To save a life, or to kill?”
Mt12:11Ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;Mt12:11¶He said to them, “What man is there among you, who has one sheep, and if this one falls into a pit on the Sabbath day, won’t he grab on to it, and lift it out?
Mt12:12Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.Mt12:12Of how much more value then is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath day.”
Mk3:5Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά { σου ♦ - }. Καὶ ἐξέτεινεν, καὶ { ἀποκατεστάθη ♦ ἀπεκατεστάθη } ἡ χεὶρ αὐτοῦ { ὑγιὴς ὡς ἡ ἄλλη ♦ - }.
———
RP: σου ♦ NA/UBS: —
RP: ἀποκατεστάθη ♦ NA/UBS: ἀπεκατεστάθη
RP: ὑγιὴς ὡς ἡ ἄλλη ♦ NA/UBS: —
Mt12:13Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον { τὴν χεῖρά σου ♦ σου τὴν χεῖρα }. Καὶ ἐξέτεινεν, καὶ { ἀποκατεστάθη ♦ ἀπεκατεστάθη } ὑγιὴς ὡς ἡ ἄλλη.
———
RP: τὴν χεῖρά σου ♦ NA/UBS: σου τὴν χεῖρα
RP: ἀποκατεστάθη ♦ NA/UBS: ἀπεκατεστάθη
Lk6:10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν καὶ { ἀποκατεστάθη ♦ ἀπεκατεστάθη } ἡ χεὶρ αὐτοῦ { ὑγιὴς ὡς ἡ ἄλλη ♦ - }.
———
RP: ἀποκατεστάθη ♦ NA/UBS: ἀπεκατεστάθη
RP: ὑγιὴς ὡς ἡ ἄλλη ♦ NA/UBS: —
Mk3:5When he had looked around at them with anger, being grieved at the hardening of their hearts, he said to the man, “Stretch out your hand.” He stretched it out, and his hand was restored as healthy as the other.Mt12:13Then he told the man, “Stretch out your hand.” He stretched it out; and it was restored whole, just like the other.Lk6:10He looked around at them all, and said to the man, “Stretch out your hand.” He did, and his hand was restored as sound as the other.
Mk3:6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι { εὐθέως ♦ εὐθὺς } μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον { ἐποίουν ♦ ἐδίδουν } κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
———
RP: εὐθέως ♦ NA/UBS: εὐθὺς
RP: ἐποίουν ♦ NA/UBS: ἐδίδουν
Mt12:14{ Οἱ δὲ ♦ Ἐξελθόντες δὲ οἱ } Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ { ἐξελθόντες ♦ - }, ὅπως αὐτὸν ἀπολέσωσιν.
———
RP: Οἱ δὲ ♦ NA/UBS: Ἐξελθόντες δὲ οἱ
RP: ἐξελθόντες ♦ NA/UBS: —
Lk6:11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν { ποιήσειαν ♦ ποιήσαιεν } τῷ Ἰησοῦ.
———
RP: ποιήσειαν ♦ NA/UBS: ποιήσαιεν
Mk3:6The Pharisees went out, and immediately conspired with the Herodians against him, how they might destroy him.Mt12:14But the Pharisees went out, and conspired against him, how they might destroy him.Lk6:11But they were filled with rage, and talked with one another about what they might do to Jesus.

Jesus Chooses Twelve of His Disciples to Be Apostles

Mk3:13¶Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.Lk6:12¶Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις { ἐξῆλθεν ♦ ἐξελθεῖν αὐτὸν } εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.
———
RP: ἐξῆλθεν ♦ NA/UBS: ἐξελθεῖν αὐτὸν
Mk3:13¶He went up into the mountain, and called to himself those whom he wanted, and they went to him.Lk6:12¶It happened in these days, that he went out to the mountain to pray, and he continued all night in prayer to God.
Mk3:14Καὶ ἐποίησεν { δώδεκα ♦ δώδεκα [οὓς καὶ ἀποστόλους ὠνόμασεν] }, ἵνα ὦσιν μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,
———
RP: δώδεκα ♦ NA/UBS: δώδεκα [οὓς καὶ ἀποστόλους ὠνόμασεν]
Mt10:1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.Lk6:13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,Mk3:14He appointed twelve, that they might be with him, and that he might send them out to preach proclaim,Mt10:1¶He called to himself his twelve disciples, and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every sickness.Lk6:13When it was day, he called addressed his disciples, and from them he chose twelve, whom he also named apostles:
Mk3:15καὶ ἔχειν ἐξουσίαν { θεραπεύειν τὰς νόσους, καὶ ♦ - } ἐκβάλλειν τὰ δαιμόνια·
———
RP: θεραπεύειν τὰς νόσους, καὶ ♦ NA/UBS: —
Mk3:15and to have authority to heal sicknesses and to cast out demons:
Mk3:16{ καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα ♦ [καὶ ἐποίησεν τοὺς δώδεκα] καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι } Πέτρον·
———
RP: καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα ♦ NA/UBS: [καὶ ἐποίησεν τοὺς δώδεκα] καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι
Mt10:2¶Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· { Ἰάκωβος ♦ καὶ Ἰάκωβος } ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ·
———
RP: Ἰάκωβος ♦ NA/UBS: καὶ Ἰάκωβος
Lk6:14Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, { Ἰάκωβον ♦ καὶ Ἰάκωβον } καὶ Ἰωάννην, { Φίλιππον ♦ καὶ Φίλιππον } καὶ Βαρθολομαῖον,
———
RP: Ἰάκωβον ♦ NA/UBS: καὶ Ἰάκωβον
RP: Φίλιππον ♦ NA/UBS: καὶ Φίλιππον
Mk3:16Simon, to whom he gave the name Peter;Mt10:2Now the names of the twelve apostles are these. The first, Simon, who is called Peter; Andrew, his brother; James the son of Zebedee; John, his brother;Lk6:14Simon, whom he also named Peter; Andrew, his brother; James; John; Philip; Bartholomew;
Mk3:17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς { ὀνόματα Βοανεργές ♦ ὀνόμα[τα] Βοανηργές }, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·
———
RP: ὀνόματα Βοανεργές ♦ NA/UBS: ὀνόμα[τα] Βοανηργές
Mk3:17James the son of Zebedee; John, the brother of James, and he surnamed them Boanerges, which means, Sons of Thunder;
Mk3:18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ { Ματθαῖον ♦ Μαθθαῖον }, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν { Κανανίτην ♦ Καναναῖον },
———
RP: Ματθαῖον ♦ NA/UBS: Μαθθαῖον
RP: Κανανίτην ♦ NA/UBS: Καναναῖον
Mt10:3Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ { Ματθαῖος ♦ Μαθθαῖος } ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ { Λεββαῖος ὁ ἐπικληθεὶς ♦ - } Θαδδαῖος·
———
RP: Ματθαῖος ♦ NA/UBS: Μαθθαῖος
RP: Λεββαῖος ὁ ἐπικληθεὶς ♦ NA/UBS: —
Lk6:15{ Ματθαῖον ♦ καὶ Μαθθαῖον } καὶ Θωμᾶν, { Ἰάκωβον τὸν τοῦ ♦ καὶ Ἰάκωβον } Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
———
RP: Ματθαῖον ♦ NA/UBS: καὶ Μαθθαῖον
RP: Ἰάκωβον τὸν τοῦ ♦ NA/UBS: καὶ Ἰάκωβον
Mk3:18Andrew; Philip; Bartholomew; Matthew; Thomas; James, the son of Alphaeus; Thaddaeus; Simon the Zealot;Mt10:3Philip; Bartholomew; Thomas; Matthew the tax collector; James the son of Alphaeus; Lebbaeus, whose surname was Thaddaeus;Lk6:15Matthew; Thomas; James, the son of Alphaeus; Simon, who was called the Zealot;
Mk3:19καὶ Ἰούδαν { Ἰσκαριώτην ♦ Ἰσκαριώθ }, ὃς καὶ παρέδωκεν αὐτόν.
¶Καὶ { ἔρχονται ♦ ἔρχεται } εἰς οἶκον·
———
RP: Ἰσκαριώτην ♦ NA/UBS: Ἰσκαριώθ
RP: ἔρχονται ♦ NA/UBS: ἔρχεται
Mt10:4Σίμων ὁ { Κανανίτης ♦ Καναναῖος }, καὶ { Ἰούδας ♦ Ἰούδας ὁ } Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
———
RP: Κανανίτης ♦ NA/UBS: Καναναῖος
RP: Ἰούδας ♦ NA/UBS: Ἰούδας ὁ
Lk6:16{ Ἰούδαν Ἰακώβου ♦ καὶ Ἰούδαν Ἰακώβου }, καὶ Ἰούδαν { Ἰσκαριώτην ♦ Ἰσκαριώθ }, { ὃς καὶ ♦ ὃς } ἐγένετο προδότης,
———
RP: Ἰούδαν Ἰακώβου ♦ NA/UBS: καὶ Ἰούδαν Ἰακώβου
RP: Ἰσκαριώτην ♦ NA/UBS: Ἰσκαριώθ
RP: ὃς καὶ ♦ NA/UBS: ὃς
Mk3:19and Judas Iscariot, who also betrayed him. ¶And He he came into a house.Mt10:4Simon the Canaanite; and Judas Iscariot, who also betrayed him.Lk6:16Judas the son of James; and Judas Iscariot, who also became a traitor.

Jesus Accused of Being Crazy

Mk3:20καὶ συνέρχεται πάλιν { ὄχλος ♦ [ὁ] ὄχλος }, ὥστε μὴ δύνασθαι αὐτοὺς { μήτε ♦ μηδὲ } ἄρτον φαγεῖν.
———
RP: ὄχλος ♦ NA/UBS: [ὁ] ὄχλος
RP: μήτε ♦ NA/UBS: μηδὲ
Mk3:20and The the multitude crowd came together again, so that they could not so much as eat bread.
Mk3:21Καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.Mk3:21When And his friends family members,[a] heard it, they went out to seize him: hearingfor they[b] said were saying, “He is insane. mad[c]went out to seize him.[d]
———
a Lit. the ones from him. Variously translated as his relatives (NAB), his own people (NAS), his friends (KJV, WEB), those who belonged to him (his kinsmen) (AMP), but most often as his family (NET, NIV, NRSV, REB). They don't arrive until verse 31, a construct called a Marcan sandwich.
b NRSV interprets they as people, i.e., for people were saying. Contextually, they actually appears to be a forward referent to the scribes in 3:22.
c Gr. ἐξίστημι, usually meaning to amaze (or be amazed), but here being equated with demon-possessed in 3:22. Variously translated out of his mind (NAB, NET, NIV, NJB, NRSV, REB), beside himself (KJV), insane (WEB), lost his senses (NAS), and out of his mind (beside Himself, deranged) (AMP). (Note, however, the variant usage of ἐξίστημι in the parallel account in Mt 12:23.)
d Jn 7:5 says For not even his own brothers believed in him (NET). But here (in Mk 3:21) they are probably only racing to protect him from those calling him mad, not necessarily believing it themselves.

Jesus Heals Many

Mk3:7Καὶ ὁ Ἰησοῦς { ἀνεχώρησεν μετὰ ♦ μετὰ } τῶν μαθητῶν αὐτοῦ { πρὸς ♦ ἀνεχώρησεν πρὸς } τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας { ἠκολούθησαν αὐτῷ ♦ [ἠκολούθησεν] }, καὶ ἀπὸ τῆς Ἰουδαίας,
———
RP: ἀνεχώρησεν μετὰ ♦ NA/UBS: μετὰ
RP: πρὸς ♦ NA/UBS: ἀνεχώρησεν πρὸς
RP: ἠκολούθησαν αὐτῷ ♦ NA/UBS: [ἠκολούθησεν]
Mt12:15Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ { ὄχλοι ♦ [ὄχλοι] } πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
———
RP: ὄχλοι ♦ NA/UBS: [ὄχλοι]
Lk6:17Καὶ καταβὰς μετ’ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος { μαθητῶν ♦ πολὺς μαθητῶν } αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ { Ἱερουσαλήμ ♦ Ἰερουσαλὴμ }, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·
———
RP: μαθητῶν ♦ NA/UBS: πολὺς μαθητῶν
RP: Ἱερουσαλήμ ♦ NA/UBS: Ἰερουσαλὴμ
Mk3:7¶Jesus withdrew to the sea with his disciples, and a great multitude followed him from Galilee, from Judea,Mt12:15Jesus, perceiving that, withdrew from there. Great multitudes followed him; and he healed them all,Lk6:17He came down with them, and stood on a level place, with a crowd of his disciples, and a great number of the people from all Judea and Jerusalem, and the sea coast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases;
Mk3:8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ { οἱ ♦ - } περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, { ἀκούσαντες ♦ ἀκούοντες } ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
———
RP: οἱ ♦ NA/UBS: —
RP: ἀκούσαντες ♦ NA/UBS: ἀκούοντες
Lk6:18καὶ οἱ { ὀχλούμενοι ♦ ἐνοχλούμενοι } { ὑπὸ ♦ ἀπὸ } πνευμάτων ἀκαθάρτων, { καὶ ἐθεραπεύοντο ♦ ἐθεραπεύοντο }.
———
RP: ὀχλούμενοι ♦ NA/UBS: ἐνοχλούμενοι
RP: ὑπὸ ♦ NA/UBS: ἀπὸ
RP: καὶ ἐθεραπεύοντο ♦ NA/UBS: ἐθεραπεύοντο
Mk3:8from Jerusalem, from Idumaea, beyond the Jordan, and those from around Tyre and Sidon. A great multitude, hearing what great things he did, came to him.Lk6:18as well as those who were troubled by unclean spirits, and they were being healed.
Mk3:9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.Mk3:9He spoke to his disciples that a little boat should stay near him because of the crowd, so that they wouldn’t press on him.
Mk3:10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.Lk6:19Καὶ πᾶς ὁ ὄχλος { ἐζήτει ♦ ἐζήτουν } ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
———
RP: ἐζήτει ♦ NA/UBS: ἐζήτουν
Mk3:10For he had healed many, so that as many as had diseases pressed on him that they might touch him.Lk6:19All the multitude sought to touch him, for power came out from him and healed them all.
Mk3:11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν { ἐθεώρει, προσέπιπτεν ♦ ἐθεώρουν προσέπιπτον } αὐτῷ, καὶ { ἔκραζεν, λέγοντα ♦ ἔκραζον λέγοντες } ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
———
RP: ἐθεώρει, προσέπιπτεν ♦ NA/UBS: ἐθεώρουν προσέπιπτον
RP: ἔκραζεν, λέγοντα ♦ NA/UBS: ἔκραζον λέγοντες
Mk3:11The unclean spirits, whenever they saw him, fell down before him, and cried, “You are the Son of God!”
Mk3:12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ { φανερὸν αὐτὸν ♦ αὐτὸν φανερὸν } ποιήσωσιν.
———
RP: φανερὸν αὐτὸν ♦ NA/UBS: αὐτὸν φανερὸν
Mt12:16καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·Mk3:12He sternly warned them that they should not make him known.Mt12:16and commanded them that they should not make him known:
Mt12:17{ ὅπως ♦ ἵνα } πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
———
RP: ὅπως ♦ NA/UBS: ἵνα
Mt12:17that it might be fulfilled which was spoken through Isaiah the prophet, saying,
Mt12:18Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.Mt12:18
“Behold, my servant whom I have chosen;
my beloved in whom my soul is well pleased:
I will put my Spirit on him.
He will proclaim justice to the nations.
Mt12:19Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.Mt12:19
He will not strive, nor shout;
neither will anyone hear his voice in the streets.
Mt12:20Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λῖνον λίνον τυφόμενον οὐ σβέσει· ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.Mt12:20
He won’t break a bruised reed.
He won’t quench a smoking flax,
until he leads justice to victory.
Mt12:21Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.Mt12:21
In his name, the nations will hope.” [Is. 42:1-4 LXX]*

The Beatitudes

Mt5:1Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, { προσῆλθον ♦ προσῆλθαν } αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
———
RP: προσῆλθον ♦ NA/UBS: προσῆλθαν
Mt5:1¶Seeing the multitudes, he went up onto the mountain. When he had sat down, his disciples came to him.
Mt5:2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,Mt5:2He opened his mouth and taught them, saying,
Mt5:3¶Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.Lk6:20¶Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν,
¶Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
Mt5:3
“Blessed are the poor in spirit,
for theirs is the Kingdom of Heaven.*
Lk6:20¶He lifted up his eyes to his disciples, and said,
“Blessed are you who are poor,
for yours is the Kingdom of God.
Mt5:4¶Μακάριοι οἱ πενθοῦντες· ὅτι αὐτοὶ παρακληθήσονται.Mt5:4
Blessed are those who mourn grieve,
for they shall be comforted.[a]*
———
a Gn 37:35; 1Chr 7:22; Is 61:2.
Mt5:5¶Μακάριοι οἱ { πρᾳεῖς ♦ πραεῖς }· ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
———
RP: πρᾳεῖς ♦ NA/UBS: πραεῖς
Mt5:5
Blessed are the gentle,[a]
for they shall inherit the earth.[b]
———
a Gk. πραΰς. See Moses, Nm. 12:3 LXX: And the man Moses was very meek [πραῢς] beyond all the men that were upon the earth (Brenton); and Jesus, Mt. 11:29: Take my yoke upon you, and learn from me, for I am gentle [πραΰς] and lowly in heart, and you will find rest for your souls (ESV).
b Ps. 36(37):11 LXX: οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν... [But the meek shall inherit the earth... (Brenton)].
Mt5:6¶Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται.Lk6:21¶Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
¶Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Mt5:6
Blessed are those who hunger and thirst after righteousness,
for they shall be filled.
Lk6:21
Blessed are you who hunger now,
for you will be filled.
Blessed are you who weep now,
for you will laugh.
Mt5:7¶Μακάριοι οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται.Mt5:7
Blessed are the merciful,
for they shall obtain mercy.
Mt5:8¶Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.Mt5:8
Blessed are the pure in heart,
for they shall see God.
Mt5:9¶Μακάριοι οἱ εἰρηνοποιοί· ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.Mt5:9
Blessed are the peacemakers,
for they shall be called children of God.
Mt5:10¶Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.Mt5:10
Blessed are those who have been persecuted for righteousness’ sake,
for theirs is the Kingdom of Heaven.
Mt5:11¶Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν { ῥῆμα ♦ - } καθ’ ὑμῶν { ψευδόμενοι ♦ [ψευδόμενοι] }, ἕνεκεν ἐμοῦ.
———
RP: ῥῆμα ♦ NA/UBS: —
RP: ψευδόμενοι ♦ NA/UBS: [ψευδόμενοι]
Lk6:22¶Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Mt5:11“Blessed are you when people reproach you, persecute you, and say all kinds of evil against you falsely, for my sake.Lk6:22
Blessed are you whenever men shall should hate you, and whenever they shall should exclude single you out and mock (you), and should throw out your name as evil, for the Son of Man’s sake.
Mt5:12Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.Lk6:23Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ { ταῦτα ♦ τὰ αὐτὰ } γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
———
RP: ταῦτα ♦ NA/UBS: τὰ αὐτὰ
Mt5:12Rejoice, and be exceedingly glad, for great is your reward in heaven. For that is how they persecuted the prophets who were before you.Lk6:23
Rejoice in that day, and leap for joy exuberate, for behold, your reward is great in heaven, for their fathers did the same thing to the prophets.

Woes

Lk6:24¶Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.Lk6:24
“But woe to you who are rich!
For you have received your consolation.
Lk6:25¶Οὐαὶ ὑμῖν, οἱ { ἐμπεπλησμένοι ♦ ἐμπεπλησμένοι νῦν }, ὅτι πεινάσετε.
¶Οὐαὶ { ὑμῖν, οἱ γελῶντες ♦ οἱ γελῶντες } νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
———
RP: ἐμπεπλησμένοι ♦ NA/UBS: ἐμπεπλησμένοι νῦν
RP: ὑμῖν, οἱ γελῶντες ♦ NA/UBS: οἱ γελῶντες
Lk6:25
Woe to you, you who are full now,
for you will be hungry.
Woe to you who laugh now,
for you will mourn grieve and weep.
Lk6:26¶Οὐαὶ ὅταν { καλῶς ὑμᾶς εἴπωσιν ♦ ὑμᾶς καλῶς εἴπωσιν πάντες } οἱ ἄνθρωποι· κατὰ { ταῦτα ♦ τὰ αὐτὰ } γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
———
RP: καλῶς ὑμᾶς εἴπωσιν ♦ NA/UBS: ὑμᾶς καλῶς εἴπωσιν πάντες
RP: ταῦτα ♦ NA/UBS: τὰ αὐτὰ
Lk6:26
Woe,* when* men speak well of you,
for their fathers did the same thing to the false prophets.

Love Your Enemies

Mt5:43¶Ἠκούσατε ὅτι ἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου·Lk6:27¶{ Ἀλλ’ ♦ Ἀλλὰ } ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
———
RP: Ἀλλ’ ♦ NA/UBS: Ἀλλὰ
Mt5:43“You have heard that it was said, ‘You shall love your neighbor,* and hate your enemy.*Lk6:27“But I tell you who hear: love your enemies, do good to those who hate you,
Mt5:44ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, { εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς ♦ - }, καὶ προσεύχεσθε ὑπὲρ τῶν { ἐπηρεαζόντων ὑμᾶς, καὶ ♦ - } διωκόντων ὑμᾶς·
———
RP: εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς ♦ NA/UBS: —
RP: ἐπηρεαζόντων ὑμᾶς, καὶ ♦ NA/UBS: —
Lk6:28εὐλογεῖτε τοὺς καταρωμένους { ὑμῖν ♦ ὑμᾶς }, προσεύχεσθε { ὑπὲρ ♦ περὶ } τῶν ἐπηρεαζόντων ὑμᾶς.
———
RP: ὑμῖν ♦ NA/UBS: ὑμᾶς
RP: ὑπὲρ ♦ NA/UBS: περὶ
Mt5:44But I tell you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who mistreat you and persecute you,Lk6:28bless those who curse you, and pray for those who mistreat you.
Mt5:45ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν { τοῖς ♦ - } οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
———
RP: τοῖς ♦ NA/UBS: —
Mt5:45that you may be children of your Father who is in heaven. For he makes his sun to rise on the evil and the good, and sends rain on the just and the unjust.

Turn the Other Cheek

Mt5:39ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε { ῥαπίσει ἐπὶ ♦ ῥαπίζει εἰς } τὴν δεξιὰν σιαγόνα, { στρέψον ♦ [σου] στρέψον } αὐτῷ καὶ τὴν ἄλλην·
———
RP: ῥαπίσει ἐπὶ ♦ NA/UBS: ῥαπίζει εἰς
RP: στρέψον ♦ NA/UBS: [σου] στρέψον
Lk6:29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.Mt5:39But I tell you, don’t resist him who is evil; but whoever strikes you on your right cheek, turn to him the other also.Lk6:29To him who strikes you on the cheek, offer also the other; and from him who takes away your cloak, don’t withhold your coat also.

Go Two Miles / Don't Value Things Above People

Mt5:41καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο.Mt5:41Whoever compels you to go one mile, go with him two.
Mt5:42Τῷ αἰτοῦντί σε { δίδου ♦ δός }· καὶ τὸν θέλοντα ἀπὸ σοῦ { δανείσασθαι ♦ δανίσασθαι } μὴ ἀποστραφῇς.
———
RP: δίδου ♦ NA/UBS: δός
RP: δανείσασθαι ♦ NA/UBS: δανίσασθαι
Lk6:30Παντὶ { δὲ τῷ ♦ - } αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
———
RP: δὲ τῷ ♦ NA/UBS: —
Mt5:42Give to him who asks you, and don’t turn away him who desires to borrow from you.Lk6:30Give to everyone who asks you, and don’t ask him who takes away your goods to give them back again.

Golden Rule

Mt7:12Πάντα οὖν ὅσα { ἂν ♦ ἐὰν } θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
———
RP: ἂν ♦ NA/UBS: ἐὰν
Lk6:31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, { καὶ ὑμεῖς ♦ - } ποιεῖτε αὐτοῖς ὁμοίως.
———
RP: καὶ ὑμεῖς ♦ NA/UBS: —
Mt7:12Therefore whatever you desire for men to do to you, you shall also do to them; for this is the law and the prophets.Lk6:31“As you would like people to do to you, do exactly so to them.

Be Perfect / Be Merciful

Mt5:46Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;Lk6:32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.Mt5:46For if you love those who love you, what reward do you have? Don’t even the tax collectors do the same?Lk6:32If you love those who love you, what credit is that to you? For even sinners love those who love them.
Mt5:47Καὶ ἐὰν ἀσπάσησθε τοὺς { φίλους ♦ ἀδελφοὺς } ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ { τελῶναι οὕτως ♦ ἐθνικοὶ τὸ αὐτὸ } ποιοῦσιν;
———
RP: φίλους ♦ NA/UBS: ἀδελφοὺς
RP: τελῶναι οὕτως ♦ NA/UBS: ἐθνικοὶ τὸ αὐτὸ
Mt5:47If you only greet your friends, what more do you do than others? Don’t even the tax collectors do the same?
Lk6:33Καὶ { ἐὰν ♦ [γὰρ] ἐὰν } ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ { γὰρ ♦ - } οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
———
RP: ἐὰν ♦ NA/UBS: [γὰρ] ἐὰν
RP: γὰρ ♦ NA/UBS: —
Lk6:33If you do good to those who do good to you, what credit is that to you? For even sinners do the same.
Lk6:34Καὶ ἐὰν { δανείζητε ♦ δανίσητε } παρ’ ὧν ἐλπίζετε { ἀπολαβεῖν ♦ λαβεῖν }, ποία ὑμῖν χάρις { ἐστίν ♦ [ἐστίν] }; Καὶ { γὰρ ♦ - } ἁμαρτωλοὶ ἁμαρτωλοῖς { δανείζουσιν ♦ δανίζουσιν }, ἵνα ἀπολάβωσιν τὰ ἴσα.
———
RP: δανείζητε ♦ NA/UBS: δανίσητε
RP: ἀπολαβεῖν ♦ NA/UBS: λαβεῖν
RP: ἐστίν ♦ NA/UBS: [ἐστίν]
RP: γὰρ ♦ NA/UBS: —
RP: δανείζουσιν ♦ NA/UBS: δανίζουσιν
Lk6:34If you lend to those from whom you hope to receive, what credit is that to you? Even sinners lend to sinners, to receive back as much.
Lk6:35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ { δανείζετε ♦ δανίζετε }, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
———
RP: δανείζετε ♦ NA/UBS: δανίζετε
Lk6:35But love your enemies, and do good, and lend, expecting nothing back; and your reward will be great, and you will be children of the Most High; for he is kind toward the unthankful and evil.
Mt5:48Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, { ὥσπερ ♦ ὡς } ὁ πατὴρ ὑμῶν ὁ { ἐν τοῖς οὐρανοῖς ♦ οὐράνιος } τέλειός ἐστιν.
———
RP: ὥσπερ ♦ NA/UBS: ὡς
RP: ἐν τοῖς οὐρανοῖς ♦ NA/UBS: οὐράνιος
Lk6:36Γίνεσθε { οὖν ♦ - } οἰκτίρμονες, καθὼς { καὶ ♦ [καὶ] } ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
———
RP: οὖν ♦ NA/UBS: —
RP: καὶ ♦ NA/UBS: [καὶ]
Mt5:48Therefore you shall be perfect, just as your Father in heaven is perfect.Lk6:36
Therefore be merciful compassionate,
even as your Father is also merciful compassionate.

Don't Judge

Mt7:1Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·Lk6:37Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ { κριθῆτε ♦ κριθῆτε. Καὶ }. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
———
RP: κριθῆτε ♦ NA/UBS: κριθῆτε. Καὶ
Mt7:1“Don’t judge, so that you won’t be judged.Lk6:37
Don’t judge,
and you won’t be judged.
Don’t condemn,
and you won’t be condemned.
Set free,
and you will be set free.
Mt7:2ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.Lk6:38δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον { καὶ σεσαλευμένον ♦ σεσαλευμένον } { καὶ ὑπερεκχυνόμενον ♦ ὑπερεκχυννόμενον } δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. { Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ ♦ ᾧ γὰρ μέτρῳ } μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
———
RP: καὶ σεσαλευμένον ♦ NA/UBS: σεσαλευμένον
RP: καὶ ὑπερεκχυνόμενον ♦ NA/UBS: ὑπερεκχυννόμενον
RP: Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ ♦ NA/UBS: ᾧ γὰρ μέτρῳ
Mt7:2For with whatever judgment you judge, you will be judged; and with whatever measure you measure, it will be measured to you.Lk6:38“Give, and it will be given to you: good measure, pressed down, shaken together, and running over, will be given to you. For with the same measure you measure it will be measured back to you.”

The Blind Leading the Blind

Mt15:14Ἄφετε αὐτούς· { ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν ♦ τυφλοί εἰσιν ὁδηγοὶ [τυφλῶν] }· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
———
RP: ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν ♦ NA/UBS: τυφλοί εἰσιν ὁδηγοί ὁδηγοὶ [τυφλῶν]
Lk6:39¶Εἶπεν { δὲ ♦ δὲ καὶ } παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον { πεσοῦνται ♦ ἐμπεσοῦνται };
———
RP: δὲ ♦ NA/UBS: δὲ καὶ
RP: πεσοῦνται ♦ NA/UBS: ἐμπεσοῦνται
Mt15:14Leave them alone. They are blind guides of the blind. If the blind guide the blind, both will fall into a pit.”Lk6:39¶He spoke a parable to them. “Can the blind guide the blind? Won’t they both fall into a pit?

A Disciple is Not Above His Teacher

Mt10:24¶Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.Lk6:40Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον { αὐτοῦ· κατηρτισμένος ♦ κατηρτισμένος } δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
———
RP: αὐτοῦ· κατηρτισμένος ♦ NA/UBS: κατηρτισμένος
Mt10:24“A disciple is not above his teacher, nor a servant above his lord.Lk6:40A disciple is not above his teacher, but everyone when he is fully trained will be like his teacher.
Mt10:25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ { ἐκάλεσαν ♦ ἐπεκάλεσαν }, πόσῳ μᾶλλον τοὺς { οἰκειακοὺς ♦ οἰκιακοὺς } αὐτοῦ;
———
RP: ἐκάλεσαν ♦ NA/UBS: ἐπεκάλεσαν
RP: οἰκειακοὺς ♦ NA/UBS: οἰκιακοὺς
Mt10:25It is enough for the disciple that he be like his teacher, and the servant like his lord. If they have called the master of the house Beelzebul,[a] how much more those of his household!
———
a See Mt. 12:24.

The Speck in Your Brother's Eye

Mt7:3Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;Lk6:41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;Mt7:3Why do you see the speck that is in your brother’s eye, but don’t consider the beam that is in your own eye?Lk6:41Why do you see the speck of chaff splinter that is in your brother’s eye, but don’t consider notice the beam that is in your own eye?
Mt7:4Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος { ἀπὸ ♦ ἐκ } τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
———
RP: ἀπὸ ♦ NA/UBS: ἐκ
Lk6:42{ Ἢ ♦ - } πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις { ἐκβαλεῖν τὸ ♦ τὸ } κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ { ἀδελφοῦ σου ♦ ἀδελφοῦ σου ἐκβαλεῖν }.
———
RP: Ἢ ♦ NA/UBS: —
RP: ἐκβαλεῖν τὸ ♦ NA/UBS: τὸ
RP: ἀδελφοῦ σου ♦ NA/UBS: ἀδελφοῦ σου ἐκβαλεῖν
Mt7:4Or how will you tell your brother, ‘Let me remove the speck from your eye;’ and behold, the beam is in your own eye?Lk6:42Or how can you tell say to your brother, ‘Brother, let me remove the speck of chaff splinter that is in your eye,’ when you yourself don’t while he does not see the beam that is in your own eye? You hypocrite! First remove the beam from your own eye, and then you can will see clearly to remove the speck of chaff splinter that is in your brother’s eye.
Mt7:5Ὑποκριτά, ἔκβαλε πρῶτον { τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου ♦ ἐκ τοῦ ὀφθαλμοῦ σου τὴν δοκόν }, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
———
RP: τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου ♦ NA/UBS: ἐκ τοῦ ὀφθαλμοῦ σου τὴν δοκόν
Mt7:5You hypocrite! First remove the beam out of your own eye, and then you can see clearly to remove the speck out of your brother’s eye.

Fruit

Mt12:33Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.Lk6:43Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· { οὐδὲ ♦ οὐδὲ πάλιν } δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
———
RP: οὐδὲ ♦ NA/UBS: οὐδὲ πάλιν
Mt12:33“Either make the tree good, and its fruit good, or make the tree corrupt, and its fruit corrupt; for the tree is known by its fruit.Lk6:43For there is no a good tree that does not brings forth produce rotten bad fruit;, nor again does a rotten bad tree that brings forth produce good fruit.,[a]
———
a Cf. Mt 7:18: An ἀγαθόν (instead of καλόν) tree cannot produce πονηρούς (instead of σαπρόν) fruit, nor can a σαπρόν tree produce καλούς fruit.
Lk6:44Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου { τρυγῶσιν σταφυλήν ♦ σταφυλὴν τρυγῶσιν }.
———
RP: τρυγῶσιν σταφυλήν ♦ NA/UBS: σταφυλὴν τρυγῶσιν
Lk6:44For because each tree is known by its own fruit.[a] For people don’t gather figs from thorns, nor do they gather grapes from a bramble bush.
———
a What determines whether a tree is good or bad is its fruit; therefore, a tree is not good or bad independent of its fruit.
Mt12:34Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.Lk6:45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας { αὐτοῦ προφέρει τὸ ἀγαθόν ♦ προφέρει τὸ ἀγαθόν }, καὶ ὁ { πονηρὸς ἄνθρωπος ♦ πονηρὸς } ἐκ τοῦ { πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ♦ πονηροῦ } προφέρει τὸ πονηρόν· ἐκ γὰρ { τοῦ περισσεύματος τῆς ♦ περισσεύματος } καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
———
RP: αὐτοῦ προφέρει τὸ ἀγαθόν ♦ NA/UBS: προφέρει τὸ ἀγαθόν
RP: πονηρὸς ἄνθρωπος ♦ NA/UBS: πονηρὸς
RP: πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ♦ NA/UBS: πονηροῦ
RP: τοῦ περισσεύματος τῆς ♦ NA/UBS: περισσεύματος
Mt12:34You offspring of vipers, how can you, being evil, speak good things? For out of the abundance of the heart, the mouth speaks.Lk6:45The good man out of the good treasure of his heart brings out spills forth that which is good, and the evil man out of the evil treasure of his heart brings out spills forth that which is evil, for out of the abundance of the heart, his mouth speaks.
Mt12:35Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.Mt12:35The good man out of his good treasure brings out good things, and the evil man out of his evil treasure* brings out evil things.
Mt12:36Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ { ἐὰν λαλήσωσιν ♦ λαλήσουσιν } οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
———
RP: ἐὰν λαλήσωσιν ♦ NA/UBS: λαλήσουσιν
Mt12:36I tell you that every idle word that men speak, they will give account of it in the day of judgment.
Mt12:37Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.Mt12:37For by your words you will be justified, and by your words you will be condemned.”

Lord, Lord

Mt7:21Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν { οὐρανοῖς ♦ τοῖς οὐρανοῖς }.
———
RP: οὐρανοῖς ♦ NA/UBS: τοῖς οὐρανοῖς
Lk6:46¶Τί δέ με καλεῖτε, Κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;Mt7:21Not everyone who says to me, ‘Lord, Lord,’ will enter into the Kingdom of Heaven; but he who does the will of my Father who is in heaven.Lk6:46“Why do you call me, ‘Lord, Lord,’ and don’t do the things which I say?

Houses on Rock and Sand

Mt7:24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, { ὁμοιώσω αὐτὸν ♦ ὁμοιωθήσεται } ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν { τὴν οἰκίαν αὐτοῦ ♦ αὐτοῦ τὴν οἰκίαν } ἐπὶ τὴν πέτραν·
———
RP: ὁμοιώσω αὐτὸν ♦ NA/UBS: ὁμοιωθήσεται
RP: τὴν οἰκίαν αὐτοῦ ♦ NA/UBS: αὐτοῦ τὴν οἰκίαν
Lk6:47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·Mt7:24“Everyone therefore who hears these words of mine, and does them, I will liken him to a wise prudent man, who built his house on a rock.Lk6:47Everyone who comes to me, and hears my words, and does them, I will show you who he is like.
Mt7:25καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ { προσέπεσον ♦ προσέπεσαν } τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
———
RP: προσέπεσον ♦ NA/UBS: προσέπεσαν
Lk6:48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν, καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· { πλημμύρας ♦ πλημμύρης } δὲ γενομένης, { προσέρρηξεν ♦ προσέρηξεν } ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν· { τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν ♦ διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν }.
———
RP: πλημμύρας ♦ NA/UBS: πλημμύρης
RP: προσέρρηξεν ♦ NA/UBS: προσέρηξεν
RP: τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν ♦ NA/UBS: διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν
Mt7:25The rain came down, the floods came, and the winds blew, and beat on that house; and it didn’t fall, for it was founded on the rock.Lk6:48He is like a man building a house, who dug and went deep, and laid a foundation on the rock. When a flood arose, the stream broke against that house, and could not shake it, because it was founded on the rock.
Mt7:26Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν { τὴν οἰκίαν αὐτοῦ ♦ αὐτοῦ τὴν οἰκίαν } ἐπὶ τὴν ἄμμον·
———
RP: τὴν οἰκίαν αὐτοῦ ♦ NA/UBS: αὐτοῦ τὴν οἰκίαν
Lk6:49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ { προσέρρηξεν ♦ προσέρηξεν } ὁ ποταμός, καὶ { εὐθέως ἔπεσεν ♦ εὐθὺς συνέπεσεν }, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
———
RP: προσέρρηξεν ♦ NA/UBS: προσέρηξεν
RP: εὐθέως ἔπεσεν ♦ NA/UBS: εὐθὺς συνέπεσεν
Mt7:26Everyone who hears these words of mine, and doesn’t do them will be like a foolish man, who built his house on the sand.Lk6:49But he who hears, and doesn’t do, is like a man who built a house on the earth without a foundation, against which the stream broke, and immediately it fell, and the ruin of that house was great.”
Mt7:27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.Mt7:27The rain came down, the floods came, and the winds blew, and beat on that house; and it fell—and great was its fall.”
« Ch 5» Ch 7

Copyright 2007-2017 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Thursday, 19-Oct-2017 12:19:57 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

Latina

OPTIONS

abgdezhqiklm
αβγδεζηθικλμ
nxoprstufcyw
νξοπρστυφχψω
)(/\=|+'v@#*
᾿ ͺ¨ϝϛʹ%
Wildcard: %